The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΑΝΝΙΒΑΙΚΗ

 

ξη. 2 [σεξτ. 5]

Καὶ μικρὸν ἀναπαύσας προσέβαλε Ταυρασίᾳ, πόλει Κελτικῇ. κατὰ κράτος δὲ αὐτὴν ἐξελών, τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν ̓Ηριδανὸν τὸν νῦν Πάδον λεγόμενον ἐλθών, ἔνθα ̔Ρωμαῖοι Κελτοῖς τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν. δ' ὕπατος ̔Ρωμαίων Πόπλιος Κορνήλιος Σκιπίων, Καρχηδονίοις ἐν ̓Ιβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσβολῆς ̓Αννίβου τῆς ἐς τὴν ̓Ιταλίαν ἐπύθετο, τὸν ἀδελφὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν ̓Ιβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν, ὅθεν ὁδεύων τε καὶ συμμάχους ὅσους δύναιτο ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον ̓Αννίβαν. καὶ Μάλλιον μὲν καὶ ̓Ατίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς ̔Ρώμην ἔπεμψεν ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖ ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσε πρὸς ̓Αννίβαν. καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππομαχίας, οἱ ̔Ρωμαῖοι κυκλωθέντες ὑπὸ τῶν Λιβύων ἔφευγον ἐς τὸ στρατόπεδον, καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεντίαν ἀνεχώρουν ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας. τὸν μὲν οὖν ποταμὸν καὶ ̓Αννίβας ζεύξας ἐπέρα, ̔6̓ τὸ δ' ἔργον εὐθὺς τόδε, πρῶτον δεύτερον ἐπὶ τῇ τῶν ̓Αλπείων ὀρῶν διαβάσει, παρὰ τοῖς ἐπέκεινα Κελτοῖς ἐξῇρε τὸν ̓Αννίβαν ὡς ἄμαχον στρατηγὸν καὶ τύχῃ λαμπρᾷ χρώμενον. δέ, ὡς ἐν βαρβάροις τε καὶ τεθηπόσιν αὐτόν, καὶ δι' ἄμφω δυναμένοις ἀπατᾶσθαι, τὴν ἐσθῆτα καὶ τὴν κόμην ἐνήλασσε συνεχῶς ἐσκευασμέναις ἐπινοίαις: καὶ αὐτὸν οἱ Κελτοὶ περιιόντα τὰ ἔθνη πρεσβύτην ὁρῶντες, εἶτα νέον, εἶτα μεσαιπόλιον, καὶ συνεχῶς ἕτερον ἐξ ἑτέρου, θαυμάζοντες ἐδόκουν θειοτέρας φύσεως λαχεῖν.

Σεμπρώνιος δ' ἕτερος ὕπατος, ἐν Σικελίᾳ τότε ὢν καὶ πυθόμενος, διέπλευσε πρὸς τὸν Σκιπίωνα, καὶ τεσσαράκοντα σταδίους αὐτοῦ διασχὼν ἐστρατοπέδευσεν. καὶ τῆς ἐπιούσης ἔμελλον ἅπαντες ἐς μάχην ἥξειν. ποταμὸς δ' ἦν ἐν μέσῳ Τρεβίας, ὃν ̔Ρωμαῖοι πρὸ ἕω, χειμερίου τε τῆς τροπῆς οὔσης καὶ ὑετοῦ καὶ κρύους, ἐπέρων βρεχόμενοι μέχρι τῶν μαστῶν. ̓Αννίβας δὲ καὶ ἐς δευτέραν ὥραν ἀνέπαυσε τὴν στρατιάν, καὶ τότε ἐξῆγεν. [σεξτ. 7]

Παράταξις δ' ἦν ἑκατέρων . . . τὰ κέρατα κατεῖχον, ἀμφὶ τὴν φάλαγγα τῶν πεζῶν. ̓Αννίβας δὲ τοῖς μὲν ἱππεῦσιν ἀντέταξε τοὺς ἐλέφαντας, τῇ δὲ φάλαγγι τοὺς πεζούς: τοὺς δὲ ἱππέας ἐκέλευσεν ὀπίσω τῶν ἐλεφάντων ἀτρεμεῖν ἕως αὐτός τι σημήνῃ. γενομένων δ' ἐν χερσὶ πάντων, οἱ μὲν ̔Ρωμαίων ἵπποι τοὺς ἐλέφαντας, οὐ φέροντες αὐτῶν οὔτε τὴν ὄψιν οὔτε τὴν ὀδμήν, ἔφευγον: οἱ δὲ πεζοί, καίπερ ὑπὸ τοῦ κρύους καὶ τοῦ ποταμοῦ καὶ τῆς ἀγρυπνίας τετρυμένοι τε καὶ μαλακοὶ ὄντες, ὅμως ὑπὸ τόλμης τοῖς θηρίοις ἐπεπήδων καὶ ἐτίτρωσκον αὐτά, καὶ τινῶν καὶ τὰ νεῦρα ὑπέκοπτον, καὶ τοὺς πεζοὺς ἐνέκλινον ἤδη. θεασάμενος δ' ̓Αννίβας ἐσήμηνε τὴν ἵππον κυκλοῦσθαι τοὺς πολεμίους. ἐσκεδασμένων δ' ἄρτι τῶν ̔Ρωμαϊκῶν ἱππέων διὰ τὰ θηρία καὶ τῶν πεζῶν μόνων τε ὄντων καὶ κακοπαθούντων καὶ δεδιότων τὴν περικύκλωσιν, φυγὴ πανταχόθεν ἦν ἐς τὰ στρατόπεδα. καὶ ἀπώλλυντο οἱ μὲν ὑπὸ τῶν ἱππέων καταλαμβανόντων ἅτε πεζούς, οἱ δὲ ὑπὸ τοῦ ποταμοῦ παραφέροντος: τοῦ γὰρ ἡλίου τὴν χιόνα τήξαντος ποταμὸς ἐρρύη μέγας, καὶ οὔτε στῆναι διὰ τὸ βάθος οὔτε νεῖν διὰ τὰ ὅπλα ἐδύναντο. Σκιπίων δὲ αὐτοῖς ἑπόμενος καὶ παρακαλῶν ὀλίγου μὲν ἐδέησε τρωθεὶς διαφθαρῆναι, μόλις δ' ἐς Κρεμῶνα διεσώθη φερόμενος. ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, προσβαλὼν ̓Αννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη. καὶ ἀπὸ τοῦδε πάντες ἐχείμαζον, Σκιπίων μὲν ἐν Κρεμῶνι καὶ Πλακεντίᾳ, Αννίβας δὲ περὶ Πάδον. [σεξτ. 8]

Οἱ δ' ἐν ἄστει ̔Ρωμαῖοι πυθόμενοι, καὶ τρίτον ἤδη πταίοντες περὶ Πάδον ̔ἥττηντο γὰρ δὴ καὶ ὑπὸ Βοιῶν πρὸ ̓Αννίβοὐ, στρατιάν τε παρ' αὑτῶν ἄλλην κατέλεγον, σὺν τοῖς οὖσι περὶ τὸν Πάδον ὡς εἶναι τρισκαίδεκα τέλη, καὶ τοῖς συμμάχοις ἑτέραν διπλασίονα ταύτης ἐπήγγελλον. ἤδη δὲ αὐτοῖς τὸ τέλος εἶχε πεζοὺς πεντακισχιλίους καὶ ἱππέας τριακοσίους. καὶ τούτων τοὺς μὲν ἐς ̓Ιβηρίαν ἔπεμπον, τοὺς δ' ἐς Σαρδόνα κἀκείνην πολεμουμένην, τοὺς δ' ἐς Σικελίαν. τὰ πλέονα δ' ἦγον ἐπὶ τὸν ̓Αννίβαν οἱ μετὰ Σκιπίωνα καὶ Σεμπρώνιον αἱρεθέντες ὕπατοι, Σερουίλιός τε Γναῖος καὶ Γάιος Φλαμίνιος. ὧν μὲν Σερουίλιος ἐπὶ τὸν Πάδον ἐπειχθεὶς τὴν στρατηγίαν ἐκδέχεται παρὰ τοῦ Σκιπίωνος ̔ δὲ Σκιπίων ἀνθύπατος αἱρεθεὶς ἐς ̓Ιβηρίαν διέπλευσἐ, Φλαμίνιος δὲ τρισμυρίοις τε πεζοῖς καὶ τρισχιλίοις ἱππεῦσι τὴν ἐντὸς ̓Απεννίνων ὀρῶν ̓Ιταλίαν ἐφύλασσεν, ἣν καὶ μόνην ἄν τις εἴποι κυρίως ̓Ιταλίαν. τὰ γὰρ ̓Απεννῖνα κατέρχεται μὲν ἐκ μέσων τῶν ̓Αλπείων ἐπὶ θάλασσαν, ἔστι δ' αὐτῶν τὰ μὲν ἐπὶ δεξιὰ πάντα καθαρῶς ̓Ιταλία, τὰ δὲ ἐπὶ θάτερα ἐς τὸν ̓Ιόνιον φθάνοντα νῦν μέν ἐστι καὶ ταῦτα ̓Ιταλία, ὅτι καὶ Τυρρηνία νῦν ̓Ιταλία, οἰκοῦσι δ' αὐτῶν τὰ μὲν ̔́Ελληνες, ἀμφὶ τὴν ̓Ιόνιον ἀκτήν, τὰ δὲ λοιπὰ Κελτοί, ὅσοι τῇ ̔Ρώμῃ τὸ πρῶτον ἐπιθέμενοι τὴν πόλιν ἐνέπρησαν. ὅτε γὰρ αὐτοὺς ἐξελαύνων Κάμιλλος ἐδίωκε μέχρι τῶν ̓Απεννίνων ὀρῶν, ἐμοὶ δοκοῦσιν ὑπερβάντες αὐτά, ἀντὶ ἠθῶν τῶν ἰδίων, παρὰ τὸν ̓Ιόνιον οἰκῆσαι: καὶ τὸ μέρος τῆς χώρας ἔτι νῦν οὕτω καλοῦσιν, ̓Ιταλίαν Γαλατικήν. [σεξτ. 9]

̔Ρωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο: ̓Αννίβας δὲ τούτων αἰσθόμενος, ἅμα τῷ ἦρι, τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ προύβαινεν ἐς τὸ μέρος τὸ ἐπὶ ̔Ρώμης. οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως. ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς ̓Ομβρικοὺς ἐς τὴν Πλειστινην λίμνην, τὰ στενὰ προληψόμενον, συντομώτατόν ἐστιν ἐπὶ τὴν ̔Ρώμην. ἐν δὲ τούτῳ καὶ Φλαμίνιος τοῖς τρισμυρίοις τὴν ἐντὸς ̓Ιταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς ̓Αννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν. δέει τε περὶ τῆς πόλεως, καὶ αὐτὸς ὢν ἀπειροπόλεμός τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δημοκοπίας ᾑρημένος, ἠπείγετο ̓Αννίβᾳ συμπλεκῆναι. [σεξτ. 10]

̔Ο δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν. καὶ αὐτὸν Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπ' ἀγρυπνίας καὶ κόπου. τῆς δ' ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι. τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὑποστράτηγος ̓Αννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν. ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν ̓Αννίβαν γυμνούς. δ' οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ ̔Ρωμαίων ἦσαν, εἶχε δήσας. τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος. [σεξτ. 11]

̓Αννίβας δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν ὁδῶν ἐξήταζεν εἴ τις εἴη περίοδος. οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλ' ἀπόκρημνα πάντα καὶ φαραγγώδη, δι' αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετ' αὐτῶν. τεκμηράμενος δ' ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον. καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμως Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν. ̔Ρωμαίων δ' εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δ' ἐλήφθησαν: οἱ δὲ λοιποὶ μόλις διέφυγον. πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντες μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ̓Αννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντες, ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο: δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.