The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΜΙΘΡΙΔΑΤΕΙΟΣ

 

ξη. 3 [σεξτ. 15]

Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς ̔Ρωμαίων ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν ̓Αριαράθην βασιλεύειν Καππαδοκίας. καὶ εὐθὺς ἦρχεν αὐτῆς ̓Αριαράθης, ̓Αριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς ̔Ρωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε. " μὲν ἠδικημένος πρὸς ὑμῶν, ̔Ρωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος ἔναγχος, ἠκούσατε: δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλ' ἐγκαλουμένοις ἀπεκρίνασθε μὴ νομίζειν συμφέρειν τοῖς ̔Ρωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη οἷάπερ αὐτὸν ἀδικούμενον. ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ ̔Ρωμαίων τοῦδε τοῦ περὶ Καππαδοκίαν γεγονότος: διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν Μιθριδάτης. καὶ πρεσβεύσεται καθ' ὑμῶν ἐς τὴν ὑμετέραν βουλήν, ἐφ' ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ μηδέν, μηδ' ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν ̔Ρωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, δισμυρίων ἐστὶ σταδίων τὸ μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, ̔Ελλήνων τε τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. φίλοις δ' ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναΐν τε καὶ ̓́Ιστρον καὶ τὴν λίμνην ἔτι τὴν Μαιώτιδα. Τιγράνης δ' ̓Αρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ ̓Αρσάκης Παρθυαῖος φίλος. νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ παρασκευὴν ἐς πάντα ἀξιόλογον. [σεξτ. 16]

Οὐκ ἐψεύσαντο δ' ὑμῖν ἔναγχος οἱ Βιθυνοὶ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ Συρίᾳ βασιλέων: οὓς οὐ μόνον εἰκός ἐστιν ἡμῖν, εἰ πόλεμος γένοιτο, προσθήσεσθαι, ἀλλὰ καὶ τὴν νεόκτητον ὑμῖν ̓Ασίαν καὶ ̔Ελλάδα καὶ Λιβύην καὶ πολλὰ καὶ αὐτῆς ̓Ιταλίας, ὅσα τὴν ὑμετέραν πλεονεξίαν οὐ φέροντα πολεμεῖ νῦν ὑμῖν πόλεμον ἄσπειστον. ὃν οὔπω διαθέσθαι δυνηθέντες ἐπιχειρεῖτε Μιθριδάτῃ, Νικομήδην αὐτῷ καὶ ̓Αριοβαρζάνην παρὰ μέρος ἐπιπέμποντες: καὶ φατὲ μὲν εἶναι φίλοι καὶ σύμμαχοι, καὶ ὑποκρίνεσθε οὕτω, χρῆσθε δὲ ὡς πολεμίῳ. φέρετε οὖν, καὶ νῦν, εἴ τι πρὸς τῶν γεγονότων ἐς μετάνοιαν ἠρέθισθε, Νικομήδη κωλύσατε τοὺς ὑμετέρους ἀδικεῖν φίλους ̔καὶ τάδε πράξασιν ὑμῖν ὑπέχομαι συμμαχήσειν ἐπὶ τοὺς ̓Ιταλοὺς βασιλέα Μιθριδάτην̓, τὴν δοκοῦσαν ἐς ἡμᾶς φιλίαν λύσατε, ἐς ̔Ρώμην ἐπὶ κρίσιν ἴωμεν."

̔Ο μὲν δὴ Πελοπίδας ὧδε ἔλεξεν, οἱ δὲ φορτικώτερον αὐτὸν εἰπεῖν ἡγούμενοι, Μιθριδάτην μὲν ἐκέλευον ἀπέχεσθαι Νικομήδους καὶ Καππαδοκίας ̔αὐτοὶ γὰρ αὖθις ̓Αριοβαρζάνην ἐς αὐτὴν κατάξειν̓, Πελοπίδαν δ' εὐθὺς ἐξιεναι τοῦ στρατοπέδου, καὶ μηκέτι πρεσβεύειν ἐς αὑτους, εἰ μὴ τοῖς κελευομένοις βασιλεὺς ἐμμένοι. οὕτω μὲν ἀπεκρίναντο, καὶ ἀπιόντι φυλακὴν συνέπεμψαν, ἵνα μή τινας ἐπιτρίψειε παροδεύων. [σεξτ. 17]

Ταῦτα δὲ εἰπόντες, οὐκ ἀναμείναντες περὶ τοσοῦδε πολέμου τὴν βουλὴν τὸν δῆμον ἐπιγνώμονα γενέσθαι, στρατιὰν ἤγειρον ἔκ τε Βιθυνίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας καὶ Γαλατῶν τῶν ἐν ̓Ασίᾳ. ὡς δὲ αὐτοῖς τε ἴδιος στρατός, ὅσον εἶχε Λεύκιος Κάσσιος τῆς ̓Ασίας ἡγούμενος, ἕτοιμος ἦν ἤδη, καὶ τὰ συμμαχικὰ πάντα συνεληλύθει, διελόμενοι τὸ πλῆθος ἐστρατοπέδευον, Κάσσιος μὲν ἐν μέσῳ Βιθυνίας τε καὶ Γαλατίας, Μάνιος δὲ διαβατὸν ἦν ἐς Βιθυνίαν τῷ Μιθριδάτῃ, ̓́Οππιος δὲ ἔτερος στρατηγὸς ἐπὶ τῶν ὀρῶν τῶν Καππαδοκίας, ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους. ἦν δὲ καὶ νεῶν στόλος αὐτοῖς, οὗ περὶ Βυζάντιον Μινούκιός τε ̔Ροῦφος καὶ Γάιος Ποπίλιος ἡγοῦντο, τὸ στόμα τοῦ Πόντου φυλάσσοντες. παρῆν δὲ αὐτοῖς καὶ Νικομήδης, ἄρχων ἑτέρων πεντακισμυρίων πεζῶν καὶ ἱππέων ἑξακισχιλίων. τοσόσδε μὲν αὐτοῖς ἀθρόως στρατὸς ἀγήγερτο: Μιθριδάτῃ δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι, καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἄλλη παρασκευὴ τούτων κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ ̓Αρχέλαος, ἀλλήλων ἀδελφώ, καὶ τοῖς πλείστοις αὐτὸς παρεγίγνετο. συμμαχικὰ δὲ ἦγον αὐτῷ ̓Αρκαθίας μέν, αὐτοῦ Μιθριδάτου παῖς, ἐκ τῆς βραχυτέρας ̓Αρμενίας μυρίους ἱππέας, καὶ Δορύλαος . . . ἐν φάλαγγι ταττομένους, Κρατερὸς δ' ἑκατὸν καὶ τριάκοντα ἅρματα. τοσαύτη μὲν ἦν ἑκατέροις παρασκευή, ὅτε πρῶτον ᾔεσαν ἐς ἀλλήλους ̔Ρωμαῖοί τε καὶ Μιθριδάτης, ἀμφὶ τὰς ἑκατὸν καὶ ἑβδομήκοντα τρεῖς ὀλυμπιάδας. [σεξτ. 18]

̓Εν δὲ πεδιῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους τε Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ ̓Αρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς ̓Αρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων: γὰρ φάλαγξ ἔτι προσῄει. ἐς δέ τινα γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου, δείσας Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ τὸν ̓Αρκαθίαν. Νικομήδης δ' ὁρῶν ἀντιπαρῄει: καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ φόνος. βιασαμένου δὲ τοῦ Νικομηδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως ̓Αρχέλαος ἀπὸ τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. οἱ δ' ἐς αὐτὸν ἐπεστράφησαν. δ' ὑπεχώρει κατ' ὀλίγον, ἵν' ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον. ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν, ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δ' ἐς μέρη πολλά. τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἐς πολλὰ διερριμμένους, τῶν δρεπάνων ἀπηρτημένους. ἀηδίᾳ τε μᾶλλον ὄψεως μάχης ἥσσῃ τὴν τάξιν ὑπὸ φόβου συνέχεαν. ταραχθεῖσι δ' αὐτοῖς μὲν ̓Αρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ ̓Αρκαθίας ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. οἱ δ' ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς ἑκατέρους ἐπιστρεφόμενοι: ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδ' ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου φάλαγγος, ἑάλω δ' αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος αἰχμαλώτων. οὓς πάντας Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας. [σεξτ. 19]

̓́Εργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν ̔Ρωμαίων κατεπεπλήγεσαν, ὡς οὐκ εὐβουλίᾳ μᾶλλον προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες. ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ χωρίων πολεμίου σφάλματος, ἀλλ' ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δ' ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς: οὓς πάλιν Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δ' ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης ̓Αρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. κτείναντες δ' αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους: οὓς ὁμοίως Μιθριδάτης ἐς αὐτὸν ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δ' ἐλήφθη καὶ τὸ στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι ̔Ρωμαίων πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον, μετεστρατοπέδευον: καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν γεωργῶν ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. ὀκνούντων δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς ἀνεχώρουν, Κάσσιος μὲν ἐς ̓Απάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς Πέργαμον, Μάνιος δὲ ἐπὶ ̔Ρόδου. ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ παρέδοσαν. [σεξτ. 20]

̔Ο δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ καθίστατο τὰς πόλεις. ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ ̓Αλεξάνδρου πανδοκεῖον κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ ̓Αλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην σταθμεῦσαι. μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ ̓Ασίαν, ̔Ρωμαίοις νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ Παμφυλίαν καὶ τὰ μέχρι ̓Ιωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν ̔̔Ρωμαίων γάρ τις στρατηγὸς Κόιντος ̓́Οππιος, ἱππέας ἔχων καὶ μισθοφόρους τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν̓, κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν ̓́Οππιον αὐτῷ προσαγάγοιεν. οἱ δ' ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους ̓Οππίου μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δ' ἤγαγον τῷ Μιθριδάτῃ τὸν ̓́Οππιον, ἡγουμένων αὐτῷ τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. καὶ αὐτὸν Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ λελυμένον, ἐπιδεικνύμενος ἄρα ̔Ρωμαίων αἰχμάλωτον στρατηγόν. [σεξτ. 21]

Μετ' οὐ πολὺ δὲ καὶ Μάνιον ̓Ακύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη, μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον, δωροδοκίαν ἄρα ̔Ρωμαίοις ὀνειδίζων. σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς Μαγνησίαν καὶ ̓́Εφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων, ̓Εφεσίων δὲ καὶ τὰς ̔Ρωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφ' δίκην ἔδοσαν οὐ πολὺ ὕστερον. ἐπανιὼν δὲ ἐκ τῆς ̓Ιωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς γυναῖκας ἀνεδέξατο: καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν ἐπολέμει.