The Foreign Wars


The Foreign Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s

*e*k *t*h*s *b*a*s*i*l*i*k*h*s.

*e*k *t*h*s *i*t*a*l*i*k*h*s

*e*k *t*h*s *s*a*u*n*i*t*i*k*h*s

*e*k *t*h*s *k*e*l*t*i*k*h*s

*e*k *t*h*s *s*i*k*e*l*i*k*h*s *k*a*i *n*h*s*i*w*t*i*k*h*s

*i*b*h*r*i*k*h

*a*n*n*i*b*a*i*k*h

*l*i*b*u*k*h

*e*k *t*h*s *n*o*m*a*d*i*k*h*s

*e*k *t*h*s *m*a*k*e*d*o*n*i*k*h*s

*i*l*l*u*r*i*k*h

*s*u*r*i*a*k*h

*m*i*q*r*i*d*a*t*e*i*o*s


Funded by The Annenberg CPB/Project

ΣΥΡΙΑΚΗ

 

ξη. 11

Τοιόνδε μὲν δὴ τέλος ἑκατέρῳ τῶνδε τῶν βασιλέων συνηνέχθη, ἀνδρειοτάτων τε καὶ τὰ σώματα μεγίστων γενομένων, τοῦ μὲν ἐς ἑβδομήκοντα ἔτη, τοῦ δὲ ἐς πλέονα τούτων ἔτι ἄλλα τρία, μεμαχημένων ἐκ χειρὸς οἰκείας ἀεὶ μέχρι τοῦ θανάτου. [σεξτ. 65]

Σελεύκου δ' ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, ̓Αντίοχος μὲν πρῶτος ὅδε τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν ̓Ασίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ ̓Αντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν. ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν γυνὴ φαρμάκῳ. δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, . . . Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα: καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπ' ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος. καὶ Πτολεμαῖος τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν. καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς. [σεξτ. 66]

̓Επὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, καλλίνικος ἐπώνυμον. ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθ' ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ ̓Αντίοχος. Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν: δὲ ̓Αντίοχος ὅδε ἐστὶν μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, ̔Ρωμαίοις πεπολεμηκότος. ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα. καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ ̓Αντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, ̓Αντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς ̓Αρταξίαν τὸν ̓Αρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετ' ἀδελφοῦ. καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν ̓Αλεξάνδρειαν Ποπίλιος παρὰ ̔Ρωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις ̓Αντίοχον. ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν Ποπίλιος, καὶ εἶπεν: "ἐνταῦθα βουλεύου." μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς ̓Ελυμαίας ̓Αφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, ̓Αντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται. [σεξτ. 67]

Εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετ' αὐτόν, ὃς ὡμήρευεν ἐν ̔Ρώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς. ἐπανίσταται δὲ αὐτῷ τις ̓Αλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους: καὶ Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν ̓Αλεξάνδρῳ. καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε: τὸν δὲ ̓Αλέξανδρον ἐξέβαλε Δημήτριος Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον. ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ ̔Ροδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν βασιλεύς. [σεξτ. 68]

Παρὰ δὲ τὴν ἀναρχίαν τήνδε δοῦλος τῶν βασιλέων Διόδοτος παιδίον ̓Αλέξανδρον, ἐξ ̓Αλεξάνδρου τοῦ νόθου καὶ τῆς Πτολεμαίου θυγατρός, ἐπὶ τὴν βασιλείαν ἤγαγεν. καὶ τὸ παιδίον κτείνας αὐτὸς ἐπετόλμησε τῇ ἀρχῇ, Τρύφων ἀφ' ἑαυτοῦ μετονομασθείς. ἀλλ' αὐτὸν ̓Αντίοχος ἀδελφὸς Δημητρίου τοῦ αἰχμαλώτου, πυθόμενος ἐν ̔Ρόδῳ περὶ τῆς αἰχμαλωσίας, κτείνει κατιὼν ἐς τὰ πατρῷα σὺν πόνῳ πολλῷ. καὶ στρατεύει καὶ ὅδε ἐπὶ τὸν Φραάτην, τὸν ἀδελφὸν αἰτῶν. μὲν δὴ Φραάτης αὐτὸν ἔδεισε καὶ τὸν Δημήτριον ἐξέπεμψεν: δ' ̓Αντίοχος καὶ ὣς συνέβαλέ τε τοῖς Παρθυαίοις, καὶ ἡσσώμενος ἑαυτὸν ἔκτεινεν. ἔκτεινε δὲ καὶ Δημήτριον ἐς τὴν βασιλείαν ἐπανελθόντα γυνὴ Κλεοπάτρα, δολοφονήσασα διὰ ζῆλον τοῦ γάμου ̔Ροδογούνης, δι' ὃν δὴ καὶ ̓Αντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο. καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ ̓Αντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ ̓Αντιόχου ̓Αντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον. τούτων τὸν μὲν γρυπὸν ἐς ̓Αθήνας, τὸν δὲ Κυζικηνὸν ἐς Κύζικον ἐπεπόμφει τρέφεσθαι. [σεξτ. 69]

Σέλευκον δ' εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον ἐπιτοξεύσασα ἔκτεινεν, εἴτε δείσασα περὶ τῆς τοῦ πατρὸς δολοφονήσεως, εἴτε καὶ μανιώδει πρὸς πάντας μίσει. μετὰ δὲ Σέλευκον γρυπὸς ἐγένετο βασιλεύς, καὶ τὴν μητέρα οἱ φάρμακον κεράσασαν πιεῖν ἠνάγκασεν. μὲν δὴ δίκην ποτὲ ἔδωκεν, ἄξιος δὲ ἄρα τῆς μητρὸς ἦν καὶ γρυπός: ἐπεβούλευε γὰρ τῷ Κυζικηνῷ καίπερ ὄντι ὁμομητρίῳ. δὲ μαθὼν ἐπολέμησέ τε αὐτῷ καὶ τῆς ἀρχῆς αὐτόν ἐξήλασε, καὶ βασιλεὺς ἀντ' ἐκείνου τοῖς Σύροις ἐγένετο. ἀλλὰ καὶ τόνδε Σέλευκος ̓Αντιόχου τοῦ γρυποῦ παῖς, ἐπιστρατεύσας ὄντι περ θείῳ, παρείλετο τὴν ἀρχήν. βίαιος δὲ καὶ τυραννικώτατος ὢν ἐν ̔Εστίᾳ Μόψου τῆς Κιλικίας κατεπρήσθη κατὰ τὸ γυμνάσιον. καὶ αὐτὸν διεδέξατο ̓Αντίοχος υἱὸς τοῦ Κυζικηνοῦ: ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι δι' εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν ̔ἑταίρα δ' αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλουσ̓, ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι: ἔγημε γὰρ οὗτος εὐσεβὴς Σελήνην, καὶ τῷ πατρὶ αὐτοῦ ἐγεγάμητο τῷ Κυζικηνῷ καὶ τῷ γρυπῷ θείῳ γενομένῳ. τοιγάρτοι αὐτὸν θεοῦ μετιόντος ἐξήλασε τῆς ἀρχῆς Τιγράνης. [σεξτ. 70]

Καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον, ἐν ̓Ασίᾳ τε τραφέντα καὶ ἀπὸ τοῦδε ̓Ασιατικὸν ἐπίκλην, Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν, ὥς μοι λέλεκται, ὄντα μὲν ἑπτακαιδέκατον ἐκ Σελεύκου Σύρων βασιλέα ̔ἐξαίρω γὰρ ̓Αλέξανδρόν τε καὶ τὸν ̓Αλεξάνδρου παῖδα ὡς νόθους, καὶ τὸν δοῦλον αὐτῶν Διόδοτον̓, βασιλεύσαντα δ' ἐν ταῖς ἀσχολίαις ταῖς Πομπηίου ἐπὶ ἓν μόνον ἔτος. δὲ ἀρχὴ τῶν Σελευκιδῶν ἐς τριάκοντα ἐπὶ διακοσίοις ἐνιαυτοὺς διίκετο: καὶ εἴ τις ἐπισκοποίη τὸν ἐς ̔Ρωμαίους χρόνον ἀπ' ̓Αλεξάνδρου, προσθετέον ἐπὶ τοῖς διακοσίοις τριάκοντα ἔτεσι τὰ Τιγράνους τεσσαρεσκαίδεκα.

Τοσάδε μὲν δὴ καὶ περὶ Μακεδόνων τῶν Συρίας βεβασιλευκότων εἶχον εἰπεῖν ὡς ἐν ἀλλοτρίᾳ συγγραφῇ.