The Civil Wars


The Civil Wars
By Appian
Edited by: L. Mendelssohn

Leipzig Teubner 1879



Perseus Documents Collection Table of Contents



Book 1
   *p*r*o*o*i*m*i*o*n

Book 2

Book 3

Book 4

Book 5


Funded by The Annenberg CPB/Project

βοοκ 2

 

ξη. 21 [σεξτ. 149]

Οὕτω μὲν δὴ Γάιος Καῖσαρ ἐτελεύτησεν ἐν ἡμέραις αἷς καλοῦσιν εἰδοῖς Μαρτίαις, ̓Ανθεστηριῶνος μάλιστα μέσου, ἥν τινα ἡμέραν αὐτὸν μάντις οὐ περιοίσειν προύλεγεν: δ' ἐπισκώπτων αὐτὸν ἔφη περὶ τὴν ἕω: "πάρεισιν αἱ εἰδοί." καὶ μὲν οὐδὲν καταπλαγεὶς ἀπεκρίνατο: "ἀλλὰ οὐ παρεληλύθασιν," δὲ καὶ τοιῶνδε προαγορεύσεων αὐτῷ σὺν τοσῷδε τοῦ μάντεως θάρσει γενομένων καὶ σημείων ὧν προεῖπον ἑτέρων ὑπεριδὼν προῆλθε καὶ ἐτελεύτησεν, ἔτος ἄγων ἕκτον ἐπὶ πεντήκοντα, ἀνὴρ ἐπιτυχέστατος ἐς πάντα καὶ δαιμόνιος καὶ μεγαλοπράγμων καὶ εἰκότως ἐξομοιούμενος ̓Αλεξάνδρῳ. ἄμφω γὰρ ἐγενέσθην φιλοτιμοτάτω τε πάντων καὶ πολεμικωτάτω καὶ τὰ δόξαντα ἐπελθεῖν ταχυτάτω πρός τε κινδύνους παραβολωτάτω καὶ τοῦ σώματος ἀφειδεστάτω καὶ οὐ στρατηγίᾳ πεποιθότε μᾶλλον τόλμῃ καὶ τύχῃ. ὧν μὲν ἄνυδρόν τε πολλὴν ἐς ̓́Αμμωνος ὥδευεν ὥρᾳ καύματος, καὶ τὸν Παμφύλιον κόλπον τῆς θαλάσσης ἀνακοπείσης διέτρεχε δαιμονίως, καὶ τὸ πέλαγος αὐτῷ τοῦ δαίμονος κατέχοντος, ἔστε παρέλθοι, καὶ καθ' ὁδὸν ὁδεύοντι ὕοντος. ἀπλώτου τε θαλάσσης ἐν ̓Ινδοῖς ἀπεπείρασε, καὶ ἐπὶ κλίμακα πρῶτος ἀνέβη καὶ ἐς πολεμίων τεῖχος ἐσήλατο μόνος καὶ τρισκαίδεκα τραύματα ὑπέστη. καὶ ἀήττητος αἰεὶ γενόμενος ἑνὶ σχεδὸν δύο ἔργοις ἕκαστον πόλεμον ἐξήνυσε, τῆς μὲν Εὐρώπης πολλὰ βάρβαρα ἑλὼν καὶ τὴν ̔Ελλάδα χειρωσάμενος, δυσαρκτότατον ἔθνος καὶ φιλελεύθερον καὶ οὐδενὶ πρὸ αὐτοῦ πλην Φιλίππῳ κατ' εὐπρέπειαν ἐς ἡγεμονίαν πολέμου δόξασαν ὑπακούειν ἐπ' ὀλίγον: τὴν δὲ ̓Ασίαν σχεδὸν εἰπεῖν ὅλην ἐπέ δραμε. καὶ ὡς λόγῳ τὴν ̓Αλεξάνδρου τύχην καὶ δύναμιν εἰπεῖν, ὅσην εἶδε γῆν, ἐκτήσατο καὶ περὶ τῆς λοιπῆς ἐνθυμούμενός τε καὶ διανοούμενος ἀπέθανε. [σεξτ. 150]

Καίσαρι δὲ τε ̓Ιόνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρα, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. καὶ πρὸς ἄλλον κλύδωνα μόνος ἐν σκάφει σμικρῷ νυκτὸς ἐβιάζετο καὶ τὸν κυβερνήτην ἐκέλευε προχέαι τὰ ἱστία καὶ θαρρεῖν τῇ Καίσαρος τύχῃ μᾶλλον τῇ θαλάσσῃ. ἔς τε πολεμίους προεπήδησε μόνος ἐκ πάντων δεδιότων πολλάκις, καὶ τριακοντάκις αὐτὸς ἐν Κελτοῖς μόνοις παρετάξατο, μέχρι τετρακόσια αὐτῶν ἐχειρώσατο ἔθνη, οὕτω δή τι ̔Ρωμαίοις ἐπίφοβα, ὡς νόμῳ τῷ περὶ ἀστρατείας ἱερέων καὶ γερόντων ἐγγραφῆναι 'πλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι'. τότε δὲ καὶ γέροντας καὶ ἱερέας στρατεύεσθαι. περί τε τὴν ̓Αλεξάνδρειαν πολεμῶν καὶ ἀποληφθεὶς ἐπὶ γεφύρας μόνος καὶ κακοπαθῶν τὴν πορφύραν ἀπέρριψε καὶ ἐς τὴν θάλασσαν ἐξήλατο καὶ ζητούμενος ὑπὸ τῶν πολεμίων ἐν τῷ μυχῷ διενήχετο λανθάνων ἐπὶ πολύ, μόνην ἐκ διαστήματος ἀνίσχων τὴν ἀναπνοήν, μέχρι φιλίᾳ νηὶ προσπελάσας ὤρεξε τὰς χεῖρας καὶ ἑαυτὸν ἔδειξε καὶ περιεσώθη.

̓Ες δὲ τὰ ἐμφύλια τάδε διὰ δέος, καθάπερ αὐτὸς ἔλεγεν, ἀρχῆς ἐπιθυμίᾳ συμπεσών, στρατηγοῖς τοῖς καθ' αὑτὸν ἀρίστοις συνηνέχθη καὶ στρατοῖς πολλοῖς τε καὶ μεγάλοις, οὐ βαρβάρων ἔτι, ἀλλὰ ̔Ρωμαίων ἀκμαζόντων μάλιστα εὐπραξίαις καὶ τύχαις: καὶ ἁπάντων ἐκράτησε, διὰ μιᾶς καὶ ὅδε πείρας ἑκάστων διὰ δύο, οὐ μὴν ἀηττήτου καθάπερ ̓Αλεξάνδρῳ τοῦ στρατοῦ γενομένου, ἐπεὶ καὶ ὑπὸ Κελτῶν ἡττῶντο λαμπρῶς, ὅθ' μεγάλη σφᾶς συμφορὰ κατέλαβε Κόττα καὶ Τιτυρίου στρατηγούντων, καὶ ἐν ̓Ιβηρίᾳ Πετρήιος αὐτοὺς καὶ ̓Αφράνιος συνέκλεισαν οἷα πολιορκουμένους, ἔν τε Δυρραχίῳ καὶ Λιβύῃ λαμπρῶς ἔφευγον καὶ ἐν ̓Ιβηρίᾳ Πομπήιον τὸν νέον κατεπλάγησαν. δὲ Καῖσαρ αὐτὸς ἦν ἀκατάπληκτος καὶ ἐς παντὸς πολέμου τέλος ἀήττητος: τήν τε ̔Ρωμαίων ἰσχύν, γῆς ἤδη καὶ θαλάσσης ἐκ δύσεων ἐπὶ τὸν ποταμὸν Εὐφράτην κρατοῦσαν, ἐχειρώσατο βίᾳ καὶ φιλανθρωπίᾳ πολὺ βεβαιότερον καὶ πολὺ ἐγκρατέστερον Σύλλα βασιλέα τε αὑτὸν ἀπέφηνεν ἀκόντων, εἰ καὶ τὴν προσηγορίαν οὐκ ἐδέχετο. καὶ πολέμους ἄλλους καὶ ὅδε διανοούμενος ἀνῃρέθη. [σεξτ. 151]

Συνέβη δ' αὐτοῖς καὶ τὰ στρατόπεδα ὁμοίως πρόθυμα μὲν ἐς ἄμφω καὶ μετὰ εὐνοίας γενέσθαι καὶ ἐς μάχας θηριώδεσιν ἐοικότα, δυσπειθῆ δὲ πολλάκις ἑκατέρῳ καὶ πολυστασίαστα διὰ τοὺς πόνους. ἀποθανόντας γε μὴν ὁμοίως ὠδύραντο καὶ ἐπεπόθησαν καὶ θείων τιμῶν ἠξίωσαν. ἐγένοντο δὲ καὶ τὰ σώματα εὐφυεῖς ἄμφω καὶ καλοί. καὶ τὸ γένος ἐκ Διὸς ἤστην ἑκάτερος, μὲν Αἰακίδης τε καὶ ̔Ηρακλείδης, δὲ ἀπ' ̓Αγχίσου τε καὶ ̓Αφροδίτης. φιλονικότεροι δὲ τοῖς ἐξερίζουσιν ὄντες ταχύτατοι πρὸς διαλύσεις ἦσαν καὶ συγγνώμονες τοῖς ἁλοῦσιν, ἐπὶ δὲ τῇ συγγνώμῃ καὶ εὐεργέται καὶ οὐδὲν κρατῆσαι μόνον ἐνθυμούμενοι.

Καὶ τάδε μὲν ἐς τοσοῦτον συγκεκρίσθω, καίπερ οὐκ ἐξ ἴσης δυνάμεως ἐπὶ τὴν ἀρχὴν ὁρμήσαντος αὐτῶν ἑκατέρου, ἀλλὰ τοῦ μὲν ἐκ βασιλείας ἠσκημένης ὑπὸ Φιλίππῳ, τοῦ δ' ἐξ ἰδιωτείας, εὐγενοῦς μὲν καὶ περιφανοῦς, χρημάτων δὲ πάνυ ἐνδεοῦς. [σεξτ. 152]

̓Εγένοντο δὲ καὶ σημείων τῶν ἐπὶ σφίσιν ἑκάτερος ὑπερόπτης καὶ τοῖς μάντεσι τὴν τελευτὴν προειποῦσιν οὐκ ἐχαλέπηναν, καὶ τὰ σημεῖα αὐτὰ ὅμοιά τε πολλάκις καὶ ἐς τὸ ὅμοιον ἀμφοῖν συνηνέχθη: ἐγένετο γὰρ ἑκατέρῳ δὶς ἄλοβα, καὶ τὰ μὲν πρῶτα κίνδυνον σφαλερὸν ὑπέδειξεν, ̓Αλεξάνδρῳ μὲν ἐν ̓Οξυδράκαις, ἐπὶ τὸ τῶν ἐχθρῶν τεῖχος ἀναβάντι πρὸ τῶν Μακεδόνων, καὶ τῆς κλίμακος συντριβείσης ἀποληφθέντι τε ἄνω, καὶ ὑπὸ τόλμης ἐς τὸ ἐντὸς ἐπὶ τοὺς πολεμίους ἐξαλομένῳ καὶ πληγέντι τὰ στέρνα χαλεπῶς καὶ ἐς τὸν τράχηλον ὑπέρῳ βαρυτάτῳ, καὶ πίπτοντι ἤδη καὶ περισωθέντι μόλις ὑπὸ τῶν Μακεδόνων ἀναρρηξάντων τὰς πύλας ὑπὸ δέους, Καίσαρι δὲ ἐν ̓Ιβηρίᾳ, τοῦ στρατοῦ περιφόβου τε ὄντος ἐπὶ Πομπηίῳ τῷ νέῳ καὶ ὀκνοῦντος ἐς μάχην ἰέναι, προδραμόντι πάντων ἐς τὸ μεταίχμιον καὶ διακόσια ἀναδεξαμένῳ δόρατα ἐς τὴν ἀσπίδα, μέχρι καὶ τόνδε στρατὸς ἐπιδραμὼν ὑπὸ αἰδοῦς καὶ φόβου περιέσωσεν. οὕτω μὲν αὐτοῖς τὰ πρῶτα ἄλοβα ἐς κίνδυνον ἦλθε θανάτου, τὰ δεύτερα δὲ ἐς τὸν θάνατον αὐτόν. Πειθαγόρας τε γὰρ μάντις ̓Απολλοδώρῳ δεδοικότι ̓Αλέξανδρόν τε καὶ ̔Ηφαιστίωνα θυόμενος εἶπε μὴ δεδιέναι, ἐκποδὼν γὰρ ἀμφοτέρους αὐτίκα ἔσεσθαι: καὶ τελευτήσαντος εὐθὺς ̔Ηφαιστίωνος ̓Απολλόδωρος ἔδεισε, μή τις ἐπιβουλὴ γένοιτο κατὰ τοῦ βασιλέως, καὶ ἐξήνεγκεν αὐτῷ τὰ μαντεύματα. δὲ ἐπεμειδίασε καὶ Πειθαγόραν αὐτὸν ἤρετο, τι λέγοι τὸ σημεῖον: τοῦ δὲ εἰπόντος, ὅτι τὰ ὕστατα λέγει, αὖθις ἐπεμειδίασε καὶ ἐπῄνεσεν ὅμως ̓Απολλόδωρόν τε τῆς εὐνοίας καὶ τὸν μάντιν τῆς παρρησίας. [σεξτ. 153]

Καίσαρι δ' ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται: καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ ̓Ιβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δ' αὐτὸ καὶ ̓Αλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ ̓Ινδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι "μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς," δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. δ' ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν ̓Ασσυρίδα γῆν ἄρδειν,--ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις, ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δ' ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς, ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί: καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων. [σεξτ. 154]

̓Εγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ ̔Ελληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν ̓Ινδῶν ̓Αλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν ̓Ινδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ ̔Ρωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθ' ὅτε μῆνας ἐμβολίμους ̔κατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτὀ ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ ̓Αλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας. ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.