Prometheus BoundMachine readable text


Prometheus Bound
By Aeschylus
Edited by: Herbert Weir Smyth, Ph.D.

Cambridge Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Κράτος
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
[5] ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
[10] ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
ἐγὼ δ' ἄτολμός εἰμι συγγενῆ θεὸν
[15] δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δ' ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.


τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ' ἄκων δυσλύτοις χαλκεύμασι
[20] προσπασσαλεύσω τῷδ' ἀπανθρώπῳ πάγῳ
ἵν' οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ' ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ποικιλείμων νὺξ ἀποκρύψει φάος,
[25] πάχνην θ' ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ': λωφήσων γὰρ οὐ πέφυκέ πω.


τοιαῦτ' ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
[30] βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
πολλοὺς δ' ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ: Διὸς γὰρ δυσπαραίτητοι φρένες.
[35] ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.