Libation BearersMachine readable text


Libation Bearers
By Aeschylus
Edited by: Herbert Weir Smyth, Ph.D.

Cambridge Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926



Perseus Documents Collection Table of Contents




Funded by The Annenberg CPB/Project

 

Ὀρέστης
<Ἑρμῆ χθόνιε, πατρῷ' ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ' αἰτουμένῳ:
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ' ἐπ' ὄχθῳ τῷδε κηρύσσω πατρὶ
[5] κλύειν, ἀκοῦσαι . . .
[γαπ ιν τεχτ: ]
. . . Πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
[γαπ ιν τεχτ: ]
Οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ' ἐξέτεινα χεῖρ' ἐπ' ἐκφορᾷ νεκροῦ.>
[γαπ ιν τεχτ: ]
[10] Τί χρῆμα λεύσσω; τίς ποθ' ἥδ' ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
πατρὶ τὠμῷ τάσδ' ἐπεικάσας τύχω
[15] χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ' ἄλλο: καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
[20]

Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.