Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

 [p. 448]

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

1. Σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἶμα πλησίον τῆς ἕδρης‧ σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς, ἐν νέμεται, ἔστ' ἂν τὸ φῦμα ῥήΞῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ. Ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῥέΕι, καὶ κόπρος ῥΕῖ δι' αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή. Ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ὑπὸ πτώματος, ὑπὸ τρώματος, ἱππασίης, ἐρεσίης, ὅσα τοιουτότροπά ἐστιξυνίσταται γὰρ αἷμα‧ σηπόμενον δὲ ἐκπυί̈σκεται‧ ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται.


2. Πρῶτον μὲν οὖν ὅταν τι τοιοῦτον αἴσθῃ φυόμενον φῦμα, τάμνειν ὡς τάχιστα ὠμὸν πρὶν διαπυῆσαι ἐς τὸν ἀρχόν.


3. Ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ' ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ ῥίΖαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέραςκαὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθουςἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας. Ὁκόσοι δ' ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν. Ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος,