[p. 105] μὴ
ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη.
ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν
γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον,
ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία.
ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ,
ἢ πλάδῳ, ἢ καρδιαλγίῃ · καὶ σιαλοχόοι
δὲ, καὶ ἔμετοι ἐνίοις.
κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ
τῶνδε, τόνδε πόνον ῥΗί̈τερον φέρει τῆς προσάρσιος
. ἢν δὲ καὶ ὑπ' ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ,
πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι
ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ
οἰκεῖα τοιῶσδε · ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ
φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος
σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον,
ἢν προσφέρωνται καὶ καταπίνωσι · ἄση,
ἀπορίη, ὄψιες ἀμαυραὶ,
ὤτων ἦχοι, βάρεα κεφαλῆς,
νάρκη μελέων. καὶ τὰ γυῖα λύονται ·
παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς ῥάΧιος ἐς τὼ
σκέλεε κινευμένης , ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι
δοκέουσι, κἢν ἑστήκωσι,
κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων
κάλαμοι, ἢ δένδρεα · φλέγμα ψυχρὸν,
ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ
πικροχόλοισι, σκοτώδεες,
ἄδιψοι
Ermerins alters the text to
χολὴ ᾖ, πικρόχολοι ; but no
change seems to be required.
| κἢν ἐπ' ἐδέσμασι διψῆν
δοκέωσι, ἄγρυπνοι,
νωθροὶ, νυσταλέοι,
οὐχ ὕπνῳ ἀτρεκέϊ · κωματώδεσι δ' ὁμοιοπαθέες,
ἰσχνοὶ, ἔξωχροι,
ἀσθενέες, ἔκλυτοι,
λειποδρανέες, ἄψυχοι,
δειλοὶ, ἡσύχιοι · ἐξαπίνης δὲ ὀργίλοι · κάρτα
μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ
τοιοίδε. Τάδε μέντοι τῆς ψυχῆς,
τοῦ στομάχου ἐνδιδόντος , εἶναι δεῖ
τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα,
ἐφ' οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον
αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης,
ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ
πνεύμονι ἡ
|