[p. 99]
μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι.
οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ
λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει ·
τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς
, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων
πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου,
ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ ῥάΧιν
δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι,
βαρέες, ἀνείλυστοι .
τὸ γὰρ ἔντερον ἑλικοειδές . ἢν καὶ πλημμύρῃ τὸ
οὖρον, καὶ διατάσιες,
προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες,
ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες,
ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα,
ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι ·
κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν ῥΗί̈διοι.
ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ,
βρασμὸς ὡς ἀπὸ ῥίΓεος, αἴσθησις τοῦ λίθου
ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ·
The ordinary reading,
ξυνῷ ὁμοβιαίῳ, being evidently faulty, there seems to be no
alternative but either to adopt πόνῳ, as suggested by
Wigan, or ὠσμῷ, according to Ermerins.
|
κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις
ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες,
στομάχου κατάστασις , ἐρεύξιες,
ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς
τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ
λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης
ἔῃ, ἐνίσχεται πολλὸν χρόνον,
καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν
ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν
ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα,
καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας.
Ermerins reads
πώροις, with some show of reason.
|
ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος.
χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες
, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ,
κροκοειδέες, γέρουσι,
οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες.
ἐν κύστι γὰρ
|