[p. 95] μὲν εὐηθέστερος.
πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων,
ἢ κοιλίη κοτὲ ἐπ' αὐτέοις κατερράγη,
λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ
δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν
τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ
θεοῖσι ῥΗί̈τερον.
Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε
ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ ,
ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ,
ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν
ὑστέρη.
It seems difficult to account for this term being in the
nominative, while those of all the other organs are in the accusative; yet we find it so in all
the MSS. and editions. |
καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη.
ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος,
ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει
ἔξω. ἢν δὲ πνεῦμα,
ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν
ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ. Ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε
γιγνώσκεται, κύστιες σμικραὶ,
συχναὶ, πλήρεες ὑγροῦ,
ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται · ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ·
τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ,
ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν
τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει · τόδε μέντοι τὸ εἶδος οὐκ
εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες,
ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε δι' ἐντέρων
τοιαίδε κύστιες · ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω·
οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ
τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος;
ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων δι' ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν
λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων ῥΑγή.
οὐ γὰρ ἀσινὲς οὐδ' ἀνώλεθρον τρωθὲν ἔντερον.
The text in the last part of this chapter is corrupt. Should we not read
διὰ before τῶν,
κ. τ.
λ.̣ |