[p. 66] ὀφθαλμῷ,
ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω
ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα,
ἀθρόον δὲ διί̈σταται, καὶ τὸν ξυνήθεα
πτυσμὸν ψοφέει.
Σπᾶται καὶ γλῶσσα· καὶ γὰρ ἥδε
μῦς ἐστι καὶ νεῦρα· εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο,
καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται
δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει,
τἄνδοθεν ἀδόκητος ὁ πάταγος· ἢν δὲ διαστής ῃ τὸ στόμα,
ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν
προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην
βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ.
ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι.
δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν.
τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι,
ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ
ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται
πάντα πατάγῳ, χεῖλος ἀμειδὲς,
ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον,
ὀφθαλμὸς ἀτενὴς,
ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει,
αἰσθάνεται , γελᾷ.
Κεφ.
η'. Περὶ Φθίσιος.
Ἢν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται,
ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς
αἵματος, καὶ ἀναβήσσῃ πῦον,
πύη,
Ermerins does not appear to me to be
warranted in substituting φθόη for
PU/H, contrary to the authority of all the MSS. Moreover, it seems to
be excluded from this place by the terms in which our author applies
FQO/H to a particular state of the diseased parts--
ἀλλὰ φθόην μεταλαμβάνει; i.e. "but the disease assumes the peculiar
name of Phthoe." He is right, however, in following the suggestion of Petit, and substituting
ἕλκος for ἐντὸς at the
commencement.
|
καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ
πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται