[p. 59]
ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ
ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται,
οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, ἢ
τῆς ὥρης εὐκρασίῃ.
The text in this sentence is not in a satisfactory
state, either as it is, or as altered by Ermerins, who replaces
ἢν with ἄν. |
μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι,
ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης,
ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.
Καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι,
ῥέΚται, εὐμαρέες,
ἱλαροὶ, παιδιώδεες ·
ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην ἡ φύσις ῥέΠει, ὁκόσοι
νωθροὶ, ἐπίλυποι,
βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν,
ποτὶ καὶ μαθόντες, ἀμνήμονες,
οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι,
οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ
καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ,
οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ
νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται,
τό τε εἶδος ἐς ξηρὸν τρέπεται,
τουτέοισι μελαγχολῆσαι ῥήΪστον · δίαιτα δὲ ἄγει, πουλυφαγίη,
πλησμονὴ ἄμετρος,
μέθη, λαγνείη,
ἔρωτες ἀφροδισίων · ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος,
εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι· ἄλλαι δὲ,
οὐ μᾶλλον δὲ ῥΗϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται.
αἵδε αἱ προφάσιες.
καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος
ἔκκρισιν, ἢ χολῆς, ἢ
ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.
Καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ
μανίη, γελῶσι,
παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης,
καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ
ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἡ ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς
ἐκμαίνονται. ἔσθ' ὅτε ἐσθῆτάς τε ἐρρήξαντο,
καὶ θεράποντας ἀπέκτειναν, καὶ
ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή · ἰδέαι δὲ
μυρίαι, τοῖσι μέν γε εὐφυέσιτε καὶ