[p. 56] μελαγχολίην
τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας,
ἰχθυώδεας · διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας,
συντρέπει δὲ καὶ τὴν γνώμην.
διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι
δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται , ὀργὴ δὲ
ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς
καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης·
μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ
Ὅμηρος, ἔνθα φησὶ,
τοιοίδε γιγνονται οἱ μελαγχολώδεες, εὖτ' ἂν
ὑπὸ τοῦ κακοῦ κτεινέωνται.
Ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ
φαντασίῃ, ἄνευ τε πυρετοῦ· δοκέει τε δέ μοι μανίης τε
ἔμμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη . τοῖσι μὲν γὰρ μαινομένοισι
ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δ' ἐς θυμηδίην ἡ γνώμη
τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην
μοῦνον.
The sense evidently requires
ἀθυμίην in place of θυμηδίην, the common
reading. See Petit and Ermerins.
|
ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ
πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ
πρήσσοντες · μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι · ἀλλ' ἢ πρὸς φαρμακίην
ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ,
ἢ ἐς δεισιδαιμονίην τρέπονται, ἢ
μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ
ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι
πλείστοισι · οἱ δὲ μαίνονται. Ὅκως
δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται
φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ
αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται,
καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχο λῶσιν·