[p. 52]
Κεφ. β'.
Περὶ Κεφαλαίης. Ἢν ἀλγέῃ
κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ
πλεῦνας, κεφαλαλγίη καλέεται.
ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ
περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω
τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν.
Ἰδέαι δὲ μυρίαι.
τισὶ μὲν γὰρ ἀί̈διος ὁ πόνος καὶ σμικρὸς, ἀλλ'
οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι
πυρεταίνουσι ἀμφημερινὸν παρ' ἡμέρην· ἄλλοισι δ' ἀπὸ δύσιος ἐς μεσημβρίην ,
καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς
νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει · καὶ τοῖσι μὲν ἡ
κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπ' ἀριστερά· ἢ μέτωπον,
ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ
ῥΕμβώδεα τρόπον. Τοῖσι δὲ καὶ τὰ δεξιὰ
μοῦνον, ἢ τὰ λαιὰ μοῦνον,
ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς,
ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς
εἷς, ἢ ῥὶς Μέσφι μέσου ἐς ἶσα τέμνει,
ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλ' ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς
χωρίῳ. The changes in the text here introduced by Ermerins, are
absolutely demanded by the confused state of matters as they stand in the MSS. |
ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν,
κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι
δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει·
σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι
πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδε ες ἔνδον εἱλῶνται·
σκοτόδινος · ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων.
ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης
ἄλγος, ὡσπερεί τινος πατάξαντος
|