[p. 39] παρὰ
τὴν ῥάΧιν, καὶ ἀπὸ τῆς ῥάΧεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν
καρδίην. ἄνοδος γὰρ ἡ αὐτή.
Ἥδε οὖν ἡ φλὲψ, ὡς ἐγὼ δοκέω,
ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι,
καρτεροῖσι · μία γάρ ἐστι πᾶσα· μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν ῥάΧιν
νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα.
ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη,
ἀλλ' ἐναιωρευμένη τῷ θώρηκι,
ἔς τ' ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ.
ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα,
ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ.
Γίγνεται δ' οὖν ἀμφὶ
τήνδε τὴν φλέβα καὶ κέδματα · εὖτε ῥΗγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει · ὕπερθεν μὲν διὰ
πλεύμονος καὶ ἀρτηρίης ἐκχεομένου , ἢν ἐν τῷ θώρηκι ῥΑγῇ·
ἢν δὲ παρὰ τὴν ἀρχὴν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι
περιχέεται, ὡς ἐμπλείειν τὰ ἔντερα,
εὖτε πρὶν ἢ καθὲν
The common reading is
πρώην καθ' ἓν, which can scarcely admit of any interpretation. See
Petit, Wigan and Ermerins.
|
ἐκφανῆναι τὸ αἷμα,
θνήσκουσι οἵδε· ἦν δὲ ἡ κοιλίη πληρευμένη αἵματος.
Γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα,
ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ· πῦρ
μὲν γὰρ δριμὺ, δακνῶδες,
ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον,
βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν
ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην· ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροὶ,
πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι
καὶ δεδιωγμένοι. ψύξις ἀκρέων,
δίψος καρτερὸν, στόματος ξηρότης,
προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα·
ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα,
ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε
παραμήκης, μέχρι τῆς λαγόνος · μετεξετέροισι δὲ καὶ τῆς
ἀρτηρίης τῆς παρὰ τὴν ῥάΧιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον
ὑποχόνδριον διασημαίνῃ . ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται
παρ' αὐτέην ἐπ' ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ
παντὶ