[p. 36]
ἴσχων ἐπὶ τῷ κώλῳ.
Ermerins deserves great credit for
his ingenious emendation of this passage. The common reading is
πλάδος and ἴσχον, from which no
suitable meaning can be drawn. In the Askew MS. we read ἰσχνὸν
and κώλω. In it, by the way, the iota
subscriptum is generally wanting.
| διαί̈σσει δὲ ὁ
πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι,
εὖτε φαντασί η ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε
δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην
ἥπατος ἢ σπληνὸς ἔμμεναι · αὖθίς κοτε ἐν τοῖσι κενεῶσι,
πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον · μετεξετέροισι δὲ καὶ ἐς τὸ
ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς,
καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι
κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα
λεπτὰ, χολώδεα,
ἐλαιοει δέα . ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος
, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοει δέστερον
καὶ παχύτερον καὶ ἀνεξικα κώτερον.
Τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν,
ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ
αἵματος πάγος τὸ πλεῖστον ἧπαρ· ἢν δὲ ἐν τῇσι πύλῃσι
αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ
καρδίης θνήσκουσι. ὑμέσι γὰρ,
καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ
φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν
ἀφηγέον ταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται.
αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· ῥίΖωσις
γὰρ φλεβῶν ἧπαρ.
γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ
κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα
χωρία.
I have followed Ermerins in substituting
ὦν for ὧν, and
τοῖσιν for τισίν. Still neither
the reading nor the punctuation is satisfactory.
| φθάνει γὰρ
ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. σμικροτέρη δὲ θαμινά· τοὔνεκεν
διαδιδράσκουσι μὲν τὸν ὄλεθρον,
|