[p. 33]
ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ.
Ermerins does not hesitate
to expunge the word ὑγροῖσιν altogether; but this
seems to me an unwarrantable liberty. By the addition of one short word,
ὡς, and a little transposition, I flatter myself that I have greatly
improved the text. Petit proposes to read ἰλυώδεσι ὑγροῖσι, but without
referring to any medical authority for such an expression. In
illustration of the general meaning of this sentence, see an important passage on the Pneuma, below. Therap. I. i.
| ἐπεὶ δὲ τάδε
ἐξήντλησε ἡ νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺνἕλε,
ὁρέουσι τά τε ἐν τῷ ἠέρι,
καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες· οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν
καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται,
ἐξηερωμ ένης ἤδη τῆς ζωτικῆς δυνάμιος.
Κεφ. ε'. Περὶ Χολέρης.
Ἡ χολέρη
παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ
ἔντερα, ὀξύτατον κακόν· διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον
τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα· διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις
ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ δι'
ἐμέτου, τὰ δὲ δι' ἕδρης κόπρανα ὑγρὰ,
δυσώδεα · ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες· ἢν δὲ τάδε ἀποκλυσθῇ,
φλεγματώδεα, ἔπειτα
χολώδεα · τὰ πρῶτα μὲν ῥΗϊδίως, ἀπόνως· ἔπειτα δὲ ξὺν
ἐντάσεσι μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων.
Ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ,
καὶ στρόφοι μείζονες, λειποθυμίη ,
ἔκλυσις μελέων,
ἀπορίη, ἀποσιτίη · ἢν δὲ καί τι προσενέγ κωνται
, πολλῷ ῥΟίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ
κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια· σπασμοὶ, ξυνολκαὶ
μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι,
σκοτόδινος , λὺγξ,
ὄνυχες πελιδνοὶ, κατάψυξις,
ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον ῥΙγώδεες.
|