[p. 27]
ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες
εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης · τὰ γὰρ ἀναδάκνοντα τῶν
ῥΕυμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλ' ἤ ἀπεπτύσθη
, ἢ διηλάθη κάτω. συνηθεστέρη
δὲ στομάχῳ ἐστὶν ἡ ῥῆΞις. εἰ οὖν ἀπορραγῇ
κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι,
ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ
φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι· ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα
μέλαν, ἢ ὑπόξανθον οὐ κατακορέως ,
λεῖον, ἢ σιάλοισι μεμιγμένον ,
ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον.
βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ,
ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ
στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη· δῆξις,
ἢ στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι· πολλὸν δὲ
μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἔῃ· ἐγγίγνεται δὲ
καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου ·
ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς
μῆκος ἡ νοῦσος ἐπιταθῇ, καὶ μέζων ἔῃ ἀποσιτίη,
τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες,
ἀλλὰ ῥΕμβώδεες.
Ἀπὸ δὲ κοιλίης
ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ
ἀπὸφλεβὸς, πολλόν τι μελάντερον ,
πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων
, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα,
ἢν προβεβρώκῃ ὥνθρωπος · ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ
τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ,
βρωμώδεες · κἢν μὲν πολλὴ ξυλλεγῇ,
ἀπορίη, σκοτόδινος · ἢν δὲ ἐμεθῇ
τάδε, ῥΗί̈ζουσι.
ἔκλυτοι, καυσώδεες τὸ σύμπαν,
πόνος ξυνεχὴς τῆς κοιλίης.
Ἀπὸ δὲ
τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ
ἀνάγωσι δὲ, διηνεκέως βήσσους ι· αἴσθησις δὲ καὶ πόνου,
ἔνθα ὁ βρόγχος, ἢ μικρόν τι νέρθεν ἢ
ὕπερθεν· φωνὴν βραγχώδεες , ἀσαφέες ·
Ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἀθρόως ἡ
ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον,