[p. 214]
ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν
ἐς τὰ σκέλεα πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων · ἀλουσίη δὲ θερμολουσίης·
στῦψαι, πυκνῶσαι,
ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη , ὑγείης ἡ κατάστασις ·
ὑγρῆναι, λῦσαι,
ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη .
κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι,
βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι,
ἐς κατάστασιν τοῦ ταράχου.
πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν.
Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος · ἄριστον
εὐτελές · λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης,
τεύτλου, βλίτου.
ἔμβαμμα εὐστόμαχον ,
εὔστομον, κοιλίης μαλθακτικὸν,
ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου,
ἢ θύμβρης, ἢ σινήπιος.
ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ,
γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά·
ἐλαῖαι, φοίνικες,
τάριχος ὡραῖον, χόνδρος πλυτὸς,
ξύν τινι τῶν γλυκέων, ὁκόσον
ἡδῦναι, αἱρετόν. ἐπὶ
τοῖσδε ἅλες. ἠρεμίη,
ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι,
ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι,
δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον
ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν,
σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ,
σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες,
οἷον ἰτρίον, ἢ ῥόΦημα
χόνδρου, ἢ πτισάνη ἄφυσος,
ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης,
πέπερι, γλήχων,
ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν,
μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ
ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς
καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν
κεφαλαλγὲς , πλὴν φοίνικος,
ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς,
ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα,
καὶ ἄκνισα, καὶ κοῦφα.
περίπατοι · θυμηδία · ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.