[p. 209] χρὴ κόμην ξὺν ἁλὶτρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα
τιθέναι · τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ ῥΟδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι,
ἢ φᾳκὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι.
ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα ἄλλῃ πη γεγράψεται .
ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε
ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον.
οἱ δὲ καὶ ἐσέτρωσαν τῷ οστέῳ, μέσφι μήνιγγος
. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι,
κἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαί η ἐπιμίμνῃ, ὁ δὲ
νοσέων εὔθυμος, καὶ ὁ τόνος τοῦ σώματος
ἀγαθός.
Ἢν ἐκ προσαγωγῆς ἔωσι,
γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους,
χειρονομίη , ἁλτήρων βολὴ,
ἔξαλσις, καὶ ἡ ξυνευπαί δευτος ἐν τούτοις
ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ
ἐς μέσον.
Πιττοκοπίητῷ ἐμπάττειν ξυνεχής·
Ermerins suppresses τῶ ἐμπάττειν altogether; and
seemingly these are superfluous, and unsuitable to this
place.
|
φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν,
ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα,
ὡς μὴ ἀφόρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα,
ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου · ἔχει δὲ καὶ
ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς ῥίΖης τοῦ κακοῦ,
θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα,
ὁκόσα ἐσοιδαίνει τὸ δέρμα,
καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα .
Δίαιτα δὲ ἡ μὲν ἐφ' ἑκάστῳ τῶν ἀλγέων λεπτὴ,
ὀλιγοποτίη καὶ ὑδροποτίη, ἐπίπροσθεν μάλιστα ἄκεός
τινος. ξύμπαν δὲ,
δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ
σιλφίου, σινήπιος δὲ μὴ πάγχυ,
καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ
ἄχαρι, φλέγμα χύον, καὶ
διαπνέον, ἢ διελαῦνον κάτω.
ὀσπρίων κάκιστον κύαμος καὶ τὰ τοῦδε εἴδεα,
πισσοὶ, καὶ ὠχροὶ,
καὶ δολιχοί · δεύτερον φακοὶ, οἵ γε ἔχουσι μέν
τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι
καὶ πόνου