[p. 202]
εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι .
ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας ἡ τοιήδε θεραπείη.
ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρή τῳ.
τροφαὶ ἄτροφοι, ψυχραὶ,
βραχέα μὲν τὰ σιτώδη· τὰ πλεῖστα, λάχανα,
μαλάχη, βλίτον,
θριδακίνη, ἑψητὴ κολοκύν τη,
σίκυος ἑφθὸς,
πεπέων ὡραῖος· οἴνου δὲ, καὶ
κρειῶν, μέσφι πολλῆς ἀναλήψιος,
φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι
νεύρων, μάλθαξις δὲ ψυχῆς,
ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις,
καὶ πρόκλησις ἀφροδισίων .
Τάδε μοι ἐς τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ
αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφίῃ
προσίσχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πάθεα γίγνεται,
ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι,
καὶ μούνοισι, ἢ ἅπασι χρέεσθαι.