[p. 189] σκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα,
καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι.
Ἢν δὲ ἄνευ φλεγμασίης , ἐπὶ διαφθορῇ ἢ ψύξι
κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν
ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν · ἐμέειν ἀπὸ ὕδατος
θαμινὰ, συχνὸν πίνειν ἔλαιον,
εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι ·
ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ
νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον,
ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν
ῥΗτίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι
πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ
μέλιτι, καὶ ὑσσώπῳ, καὶ
κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι · κἢν ἐκκριθῇ κόπρος,
αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι · τόδε γὰρ ἢν εἴσω μίμνῃ,
πυρίημα τοῖσι ἐντέροισι εὐμενές.
τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι.
ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων,
ἢ χαλκέων, ἢ κέγχρου
καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω
αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν,
συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη,
ἐς τὸ ἐπιγάστριον, ἐς
τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ ῥάΧιν.
πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι.
The common
reading in all the MSS. is ἄν τις πάντα, which was most
felicitously amended as above by Wigan.
| προπίνειν δὲ
κυμίνου ἢ πηγάνου ἀφεψήματος , καὶ τοῦ σίσωνος,
ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα
πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ δι' ἐχιδνῶν φάρμακον
, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος
ἐνδιδῷ, μήτε φῦσα, μήτε
κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπ' ἀνάγκης
διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον
, ἢ διῆλθεν ἐξάγον φύσας,
σκύβαλα, φλέγμα,
χολὴν, τοῦ κακοῦ τὰς
|