[p. 187]ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος.
οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν · λεπτὸς
δὲ, ὡς ῥΗϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι.
I have adopted this reading from Petit and Ermerins, instead
of συνέξειν. | κραταιὸς
δὲ, ὡς δύναμιν στῆσαι ῥέΟυσαν.
ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ,
νέων, εὐπνόων .
ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις,
οὐ τοῦ στομάχου μοῦνον,
ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ,
καὶ πόδες ξυντιταίνωνται, καὶ
κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος,
σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἔωσι,
τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν · εἰ δὲ καὶ παρῇ,
ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ
ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα,
ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι· διδόναι δὲ καὶ τῆς ἄλλης
τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται,
ὀπώρην στύφουσαν, οὖα,
μέσπιλα , μῆλα κυδώνια,
σταφυλήν.
Ἢν δὲ τὰ πάντα
ἐμέῃ, καὶ ὁ στόμαχος μηδὲν ἴσχῃ,
ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροισι γὰρ ἔστησεν ἡ
μεταβολή· τὰ θερμὰ δὲ ἔστω θερμότατα· ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ,
σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν,
καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν· συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν .
ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος.
ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα
ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν,
καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι.
Ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε,
ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι · καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν,
φοίνικες ἐν οἴνῳ δεδευμένοι ,
ἀκακίη, ὑποκιστίς.
τάδε ξὺν ῥΟδίνῃ κηρωτῇ ἀναλαβόντα , ἐγχρίσαντα
δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι.
ἐς δὲ τὸν θώρηκα, μαστίχην,
ἀλόην, ἀψινθίου κόμην
λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ
θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται,
|