[p. 184] ξυντεθεὶς,
In this place I have deleted these two words,
ὀμφάκιον ἀκμαῖον instead of the former clause,
ὄμφακος, κ.
τ.λ., as is done by Ermerins. One
thing seems clear--that both cannot stand, since they are synonymous.
|
καὶ ἀκακίη, καὶ κόμμι,
ἠδὲ ῥΟὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη,
καὶ φοίνικες, καὶ
ῥόΔων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ,
ἐς τὸν θώρηκα τιθέναι · καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει.
κατακεέ σθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς
ἄρκτον ὁ οἶκος· εἰ δὲ καὶ εἴη αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα,
ζωγρήσει κακῶς κεκαφηότα θυμόν. ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζποντας
ὀχετούς · καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν
ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ
ὑπ' ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην
ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς ῥΙπίσι,
καὶ ὥρην εἰαρὸς φύλλοισι ἠδ' ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν
γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον,
παλαιὸν , ὡς δέχηται μὲν τὸν ἠέρα,
διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην.
ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληῗδας
ἀλφίτοισι, καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόσμῳ,
τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ
δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν. ἀτὰρ καὶ τὰ πρόσωπα τῇ
γῇ τῇ Σαμίῃ, τῇ κρησέρῃ σεσησμένῃ ἐς ὀθόνην ἀραιὴν ἐνδήσαν
τα, καταπάσσειν, ὡς
διασήθηται ἐς τὰ μέτωπα καὶ τὰ μῆλα ἡ ἄχνη· καὶ τίτανον ἐσβεσμένην ,
καὶ γύψον ὀπτὴν, σησθέντα ἐν κρησέρῃ
μικρῇ, ἐμβάλλειν ἐπὶ τοῖσι ἰκμαλέοισι · ἔστησέτε κοτὲ
ἱδρῶτας καὶ σπογγίη ψυχροῦ ἐς τὰ πρόσωπα προσβληθεῖσα,
πήξι μὲν τῶν διαρρεόντων ὑγρῶν, πυκνότητι
δὲ τῆς ἀραιώσιος. διαχρίειν δὲ τὴν ἕδρην,
ὅκως ἡ τοῦ ψυχροῦ φῦσα καὶ τῆς τροφῆς ἐκχέηται.
ἠδὲ ἀνακαλέσασθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ ἢ σικυωνίῳ λίπαϊ ξὺν
πεπέρεϊ, καὶ τῷ καστορίῳ,
καὶ νίτρῳ,
|