[p. 181]
μἕλαινα · ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· In this clause I have found it necessary to follow the conjectural emendation of Petit,
which is adopted also by Ermerins, whose annotations on this passage are highly important.
The language would appear to be imitated from the Hippocratic treatise De Morbis, iii.
6. | ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν,
εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης.
οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ
πνιγί. ἢν δ' ὑπὸ πλήθεος γίγνηται συγκοπὴ,
καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ
ἥπατος, μέγα διασημαίνῃ ,
οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπ' ἀγκῶνι
τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς
μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ
ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ δι' ἄλλας προφάσιας ἀφαιρέειν.
ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη,
ῥΗϊδίως εἰς ᾅδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν
τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ,
καὶ τῇ τῶν ποταινίων προσθήκῃ. Ἢν
δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ
ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ
νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι
περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι.
κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος,
οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν.
οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις,
ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις.
ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης,
ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν
μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος · μετεξετέροισι δὲ
καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ
τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ.
κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο· τηις ις εfιδεντλψ τηε τρυε ρεαδινγ, ανδ νοτ χρέος. |
τῆς δυνάμιος δὲ φείδεο.
|