[p. 178] δάκρυον
· On this form of circumlocution, see below. Morb. Diuturn.
Curat. II. 7. | ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ
πείρη, ποικίλαι δὲ καὶ χρήσιες,
τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης,
καὶ ἑτέρου δι' ἠλέκτρου,
καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ
λέλεκται. Ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν
ἐπὶ τοῖσι φαρμάκοισι , καὶ πολλὰ καὶ πολλάκις διδόντα · ἢν
δὲ ἐπιπυρεταίνωσι,--τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν
τρωμάτων γίγνονται πυρετοὶ,-- μήτε ἀθρόον ἴσχειν τὴν
φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν.
πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ
αἵματος φορῆς. Τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα
τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ.
οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ
εὔπορον, οὔτε, ἢν μὲν οὖν
μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι,
διὰ τὸν κόρον ῥΗίδιον. καὶ γὰρ τὰ
ποικίλα εἴκειν, εἰ δὴ ἀπὸ χρόνιον γίγνεται.
Ermerins, in this sentence, has amended the text most
felicitously, by a few slight alterations. ο, ομνια σι σιξ. The common
reading is ἤδη δὲ ἀπὶ χρονίων. |
ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα · ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος
πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ
ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα,
ἄρτος ὀπτὸς, κατάξηρος,
κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος
. ἁπάντων ὦν ῥόΦημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα,
ῥΟὸς ἐπίπασμα. ἢν δὲ
καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς
ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων
. φακὸς, ἢν μὲν ἡ αἱμορραγίη
ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ,
τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ
εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα
πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον
ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον · ἠδὲ ἀπηνέα ἔστω τὰ
σώζοντα. κηκὶς ὦν ξηρὴ,
λείη, προσεπιπασσέσθω
|