[p. 163]
περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος,
ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ.
Though I
have not ventured to alter the text, I cannot but think that we ought to read
ἡ ψυχή. For in λειποθυμία and
λειποψυχία , it surely is thought that the spirit for a time
leaves the body--not that the body leaves the spirit. In the Iliad, the act of swooning is thus
described: Τὸν δ' ἔλιπε ψυχὴ (v. 696); upon which words
the scholion is, οὖτος δὲ ἐλειποψύχησεν. |
εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς
ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ
θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος.
πλευρῶν δὲ γειτόνημα, πνεύμων ,
καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται.
περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης,
εὐηθέστερον γάρ.Compare
Williams on Pneumonia, Encyel. of Med., t. iii. 435. | χρὴ ὦν
ἐπὶ ξυμμέτρῳ τῇ ῥΟῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ
ἔχοι, αὐτῆμαρ, τῆς
ἐπανέσιος μακρῆς γιγνομένης · ἢν δὲ μὴ, τῆς ὑστέρης · ἢν δὲ
μηδὲ ὁ πυρετὸς ἐνδιδῷ·-- τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς
ἴσχει τε καὶ αὔξει.--τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν,
τῇπερ καὶ τὰ προσάρματα δοτέον,
λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον · ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα
μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος · καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα
προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη
ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι
τῶν ἔνδον αὔξησις. Τροφῆς δὲ νῦν,
ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος,
ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ
κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν
τροφῇ. Hippocrat. de Aliment.; Fëos, t. i. 435. |
γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ
ὁμαλὴ, σμηγματώδης,
διαλυτικὴ, λῦσαι,
λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη
προκεκρίσθω· ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη,
ὡς
|