[p. 128] δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα
ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος ῥύΣις,
κνησμώδεα · ῥΥσοὶ τὸ πᾶν σκῆνος ῥΥτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι,
ὁκοῖον αὔλακες μέλανες τῶν ῥΙνῶν.
διὰ τοῦτο καὶ ὁ ἐλέφας τοῦ πάθεος τοὔνομα · ἰχνέων καὶ πτερνέων μέσφι τῶν μέσων
τῶν δακτύλων ῥήΞιες. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ
κακὸν, ἑλκώδεες τοὺς ὄχθους,
μήλων, γενείου,
δακτύλων, γονάτων,
κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπ'
ἄλλοισι ἐξανίσταται, ἐπ' ἄλλοισι ἄλλα πρηο̈́νεται.
ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνήσκει τοῦ ἀνθρώπου ἄχρι
ἐκπτώσιος, ῥίς, Δάκτυλοι,
πόδες, αἰδοῖα καὶ ὅλαι
χεῖρες. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν εἰς ἀπαλλαγὴν βίου
αἰσχροῦ καὶ ἀλγέων δεινῶν πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον · ἀλλὰ μακρόβιόν
ἐστι, ὅκως ἐλέφας τὸ ζῷον.
ἢν δὲ καὶ ἄλγος ἀρτίως ἔῃ τῶν μελέων, πολλόν τι
ἐπικόπτει βαρύτερον, ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον· σιτίων
ὄρεξις οὐκ ἀγεννὴς, ἄποιος ἡ γεῦσις,
οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόσις· ἁπάντων δὲ ὑπ' ἀχθηδόνος,
μῖσος, ἀτροφίη,
ἐπιθυμίη λυσσώδης· κόποι αὐτόματοι, μελέων
ἑκάστου ἰδέη βαρεῖα, καὶ τὸν ἄνθρωπον ἀχθέει καὶ τὰ σμικρὰ
μέλεα· ἀτὰρ καὶ τὸ σῶμα πρὸς ἅπαντα ἄχθεται, οὐ λουτροῖσι
τέρπεται οὐκ ἀλουσίῃ, οὐ τροφῇ,
οὐκ ἀσιτίῃ, οὐ κινήσι,
οὐκ ἠρεμίῃ. πᾶσι γὰρ ἐφέστηκ εν ἡ
νοῦσος. ὕπνος λεπτὸς,
ἀγρυπνίης κακίων φαντασίῃ· δύσπνοια καρτερή · πνῖγες ὡς ἀπ' ἀγχόνης.
ὧδε γοῦν τινὲς κατέστρεψαν τὸν βίον, νήγρετον
ὕπνον ἐς θάνατον εὕδοντες.
Τοιούσδε οὖν ἐόντας
τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν
υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν
κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ
κακοῦ. πολλοὶ γοῦν ἐπ' ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους
ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ,
οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες
ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπ' ἐρημίης ἀφιγμένων τις
ἐξερπύσαντα