[p. 116] ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες·
Ermerins certainly does appear to improve the clause,
ἀτὰρ.... ξυνήθεες, by
transferring them to this place. Formerly the words followed
εἴδεα. | ἄλλος ῥόΟς λευκὸς,
ἡ ἐπιμήνιος κάθαρσις λευκὴ,
δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ
λευκοῦ, παχέος, γονοειδέος
πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν
ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις,
οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει
. τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον.
τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην
ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.
Γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ,
τὰ μὲν πλατέα, κνησμώδεα,
ἅπερ ἅλια, ὅκως ἀναδορή τις
ἐπιπολῆς, πῦον παχὺ,
ἄνοσμον, ὀλίγον. εὐήθεα
τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι
σμικροὶ, πῦον ὀλίγῳ πλεῖον,
μᾶλλον κάκοδμα, ἀλλ' ἔμπης εὐήθεα καὶ
τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται,
καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ
τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων,
ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι
σαρκίον · μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον
γίγνεται κάρτα.
Ermerins suppresses this clause. I have merely
ventured to add ἢ before
χρόνιον, and altered the punctuation.
| τόδε καὶ
φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα,
ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ
ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος ῥέΕι οὔτε αὐτέῃσι
φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι ,
καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται
ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ.
Ermerins, contrary to all authority, reads πεπνευμένῃσι,
on the ground that, in ancient times, midwives alone were entrusted with the
treatment of diseases of the female genital organs. This, however, was evidently not the
case, as must be obvious to any one who has carefully read the Hippocratic treatise on this
subject, and the other works contained in the Gynœcia.
|
οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς
|