[p. 115] Ῥόος μἒν οὖν,
ἐρυθρὸς, ἢ λευκόχροος · ἰδέα
δηλοῖ. ἐρυθρὸς μὲν, ἢν
αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι,
ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν,
ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι ·
λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή.
παχὺς δὲ ὅκως ὑπόλεπτος,
Ermerins reads, on his
own conjectural judgment, ὑπάλειπτον, which signifies a
sort of Ocular Collyrium.
| ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος.
λευκὸς δὲ ὡς πῦον, ὁ δὲ
ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ
συνεκρέει.
μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι.
περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις,
ἀλλ' οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην.
οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι
ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή.
ἄλλος περιόδου τρόπος, εἰς προθεσμί
ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα
τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ ῥΟὴ καὶ σμικρὴ ἐφ' ἡμέρης
ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή.
οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ
οἴγνυται, πάρεσιν ἐς ῥύΣιν ὑγρότητος πάσχουσα · εἰ δὲ μήτε
διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι.
σημήϊα δὲ, πρὸς τῇσι
χροιῇσι τοῦ ῥόΟυ ἡ χροιὴ τῆς ἀνθρώπου · ἄγρυπνοι,
ἀπόσιτοι, ἀσσώδεες,
ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες,
καὶ κάκοδμον ἐπ' ἀμφοῖν τὸ ῥΕῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ
ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων,
ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς,
ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω,
μέλας μὲν ἁπάντων κακίων,
πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ
πυώδης, μακρότεροι μὲν,
ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ
ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος
. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς
γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί · ἥκιστα δὲ νεήνισι οἱ λευκοί.
|