Oeuvres Completes D'Hippocrate.

Oeuvres Completes D'Hippocrate.
By Hippocrates
Edited by: A. Littre

Amsterdam Adolf M. Hakkert


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ.

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

ΠΕΡΙ ΕΛΚΩΝ.

ΠΕΡΙ ΑΡΘΡΩΝ

ΜΟΧΛΙΚΟΣ.

ΑΦΟΡΙΣΜΟΙ.
   ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
   ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
   ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
   ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
   ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ
   ΤΜΗΜΑ ΕΚΤΟΝ.

ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.

ΠΡΟΓΝΩΣΤΙΚΟΝ

ΠΕΡΙ ΑΓΜΩΝ.

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗ ΤΡΩΜΑΤΩΝ.

ΚΑΤ' ΙΗΤΡΕΙΟΝ.


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΑΦΟΡΙΣΜΟΙ.

ΤΜΗΜΑ ΕΚΤΟΝ.

 [p. 576]

48. Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.


49. Ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.


50. Ὁκόσοισιν ἂν ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.


51. Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ ῥέΓκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.


52. Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν‧ ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων, τοῦ λευκοῦ μὴ ἐκ διαῤῥΟίης ἐόντι φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.


53. Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραιαἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.


54. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί.


55. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πουλύ.


56. Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες‧ ἀπόπληξιν τοῦ σώματος, σπασμὸν, μανίην, τύφλωσιν σημαίνουσιν.