[p. 470]
23. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ' ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως‧ καὶ ὁκου δεῖ μέχρι λειποθυμίης
ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων.
24. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν.
25. Ἢν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε, καὶ
εὐφόρως φέρουσιν‧ τὰ δ' ἐναντία, δυσχερῶς.
ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
1. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον‧ ἢν δὲ ὕπνος
ὠφελέῃ, οὐ θανάσιμον.
2. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
3. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα τοῦ μετρίου μᾶλλον γενόμενα,
κακόν.
4. Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ' ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν
μᾶλλον τῆς φύσιος ᾖ.
5. Κόποι αὐτόματοι φράζουσι νούσους.
6. Ὁκόσοι, πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων
οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσέεει.
7. Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν, τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως.