Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΕΠΙΔΗΜΙΩΝ Α

κατάστασις πρώτη

 [p. 150]
20
αἰεί, οὐ δι' ὅλου‧ ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα. κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοις, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι‧ πυκνὰ ἀνίσταντο. οὖρα λεπτὰ καὶ ἄχρω καὶ ἄπεπτα καὶ ὀλίγα πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ' ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατ' ὀλίγα μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδ' ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. φάρυγγες δὲ τοῖσι
30
πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι‧ εἶχον ἔρευθος μετὰ φλεγμονῆςῥΕύματα σμικρά, λεπτά, δριμέαταχὺ τηκόμενοι καὶ κακούμενοι, ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος, ἄδιψοικαὶ παράληροι πολλοὶ περὶ θάνα
35
τον. περὶ μὲν τὰ φθινώδεα ταῦτα.


ΙΙΙ. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντοκοιλίαι τε γὰρ τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον. οὖρά τε τοῖσι πλείστοισιν εὔχρω μὲν καὶ καθαρά, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλωςοὐδ' ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.
10
τὸ μὲν ὅλον ὑπενόσεον, οὐ τὸν φθινώδεα τρόπον