Hippocrates Collected Works I

Hippocrates Collected Works I
By Hippocrates
Edited by: W. H. S. Jones (trans.)

Cambridge Harvard University Press 1868


Digital Hippocrates Collection Table of Contents



ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

ΕΠΙΔΗΜΙΩΝ Α
   κατάστασις πρώτη
   κατάστασις δευτέρη
   κατάστασις τρίτη
   ἄρρωστοι τεσσαρες καίδεκα

ΕΠΙΔΗΜΙΩΝ Γ
   κατάστασις
   Ἑκκαίδεκα ἄρρωστοι

ΟΡΚΟΣ

ΠΑΡΑΓΓΕΛΙΑΙ

ΠΕΡΙ ΤΡΟΦΗΣ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ

 [p. 76] ὀλιγοχρόνιοι, ἦν μή τι κατάσχῃ νόσημα πάγκοινον ἐκ μεταβολῆς μεγάλης. καὶ ὁκόταν τὰ πεντήκοντα ἔτεα ὑπερβάλωσι, κατάρροοι ἐπιγενόμενοι ἐκ τοῦ ἐγκεφάλου παραπληκτικοὺς ποιέουσι τοὺς ἀνθρώπους, ὁκόταν ἐξαίφνης ἡλιωθέωσι τὴν κεφαλὴν ῥΙγώσωσι. ταῦτα μὲν τὰ νοσήματα αὐτοῖσιν ἐπιχώριά ἐστι. χωρὶς δέ, ἤν τι πάγκοινον κατάσχῃ νόσημα ἐκ μεταβολῆς
40
τῶν ὡρέων, καὶ τούτου μετέχουσιν.


Ιf. Ὁκόσαι δ' ἀντικέονται τούτων πρὸς τὰ πνεύματα τὰ ψυχρὰ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν τοῦ ἡλίου καὶ τῆς ἀνατολῆς τῆς θερινῆς, καὶ αὐτῇσι ταῦτα τὰ πνεύματα ἐπιχώριά ἐστι, τοῦ δὲ νότου καὶ τῶν θερμῶν πνευμάτων σκέπη, ὧδε ἔχει περὶ τῶν πολίων τούτωνπρῶτον μὲν τὰ ὕδατα σκληρά τε καὶ ψυχρὰ ὡς ἐπὶ τὸ πλῆθος ἐγγίνεται. τοὺς δὲ ἀνθρώπους εὐτόνους τε καὶ σκελιφροὺς ἀνάγκη εἶναι, τούς τε πλείους
10
τὰς κοιλίας ἀτεράμνους ἔχειν καὶ σκληρὰς τὰς κάτω, τὰς δὲ ἄνω εὐροωτέρας‧ χολώδεάς τε μᾶλλον φλεγματίας εἶναι. τὰς δὲ κεφαλὰς ὑγιηρὰς ἔχουσι καὶ σκληράς‧ ῥΗγματίαι τέ εἰσιν ἐπὶ τὸ πλῆθος. νοσεύματα δὲ αὐτοῖσιν ἐπιδημεῖ τάδε‧ πλευρίτιδές τε πολλαὶ αἵ τε ὀξεῖαι νομιζόμεναι νοῦσοι. ἀνάγκη δὲ ὧδε ἔχειν, ὁκόταν αἱ κοιλίαι σκληραὶ ἔωσιν‧ ἔμπυοί τε πολλοὶ γίνονται ἀπὸ πάσης προφάσιος. τούτου δὲ αἴτιόν ἐστι τοῦ σώματος ἔντασις καὶ σκληρότης τῆς
20
κοιλίης. γὰρ ξηρότης ῥΗγματίας ποιεῖ εἶναι καὶ τοῦ ὕδατος ψυχρότης. ἐδωδοὺς δὲ ἀνάγκη