Hippocrates Collected Works I By Hippocrates
Edited by:
W. H. S. Jones (trans.) Cambridge Harvard University Press 1868
Digital Hippocrates Collection Table of Contents
ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ
ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ
ΕΠΙΔΗΜΙΩΝ Α κατάστασις πρώτη κατάστασις δευτέρη κατάστασις τρίτη ἄρρωστοι τεσσαρες καίδεκα
ΕΠΙΔΗΜΙΩΝ Γ κατάστασις Ἑκκαίδεκα ἄρρωστοι
ΟΡΚΟΣ
ΠΑΡΑΓΓΕΛΙΑΙ
ΠΕΡΙ ΤΡΟΦΗΣ
This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry. (Medical Information Disclaimer:
It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)
ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ Table of Contents Page 30 of 152
[p. 74]
ἥτις μὲν πόλις πρὸς τὰ πνεύματα κεῖται τὰ θερμά
--ταῦτα δ' ἐστὶ μεταξὺ τῆς τε χειμερινῆς ἀνατολῆς τοῦ ἡλίου καὶ τῶν δυσμέων τῶν χειμερινῶν
--καὶ αὐτῇ ταῦτα τὰ πνεύματά ἐστι σύννομα ,
τῶν δὲ ἀπὸ τῶν ἄρκτων πνευμάτων σκέπη , ἐν
ταύτῃ τῇ πόλει ἐστὶ τά τε ὕδατα πολλὰ καὶ
ὕφαλα , καὶ ἀνάγκη εἶναι μετέωρα , τοῦ μὲν θέρεος
θερμά , τοῦ δὲ χειμῶνος ψυχρά ‧ τούς τε ἀνθρώπους τὰς κεφαλὰς ὑγρὰς ἔχειν καὶ φλεγματώδεας,
τάς τε κοιλίας αὐτῶν πυκνὰ ἐκταράσσεσθαι ἀπὸ
τῆς κεφαλῆς τοῦ φλέγματος ἐπικαταρρέοντος‧ τά
τε εἴδεα ἐπὶ τὸ πλῆθος αὐτῶν ἀτονώτερα εἶναι ‧
ἐσθίειν δ' οὐκ ἀγαθοὺς εἶναι οὐδὲ πίνειν . ὁκόσοι
μὲν γὰρ κεφαλὰς ἀσθενέας ἔχουσιν , οὐκ ἂν εἴησαν
ἀγαθοὶ πίνειν ‧ ἡ γὰρ κραιπάλη μᾶλλον πιέζει .
νοσήματά τε τάδε ἐπιχώρια εἶναι ‧ πρῶτον μὲν
τὰς γυναῖκας νοσερὰς καὶ ῥΟώδεας εἶναι ‧ ἔπειτα
πολλὰς ἀτόκους ὑπὸ νούσου καὶ οὐ φύσει ἐκτιτρώσκεσθαί τε πυκνά ‧ τοῖσί τε παιδίοισιν ἐπιπίπτειν
σπασμούς τε καὶ ἄσθματα καὶ ἃ νομίζουσι τὸ
παιδίον ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι ‧ τοῖσι δὲ
ἀνδράσι δυσεντερίας καὶ διαρροίας καὶ ἠπιάλους
καὶ πυρετοὺς πολυχρονίους χειμερινοὺς καὶ ἐπινυκτίδας πολλὰς καὶ αἱμορροί̈δας ἐν τῇ ἕδρῃ .
πλευρίτιδες δὲ καὶ περιπνευμονίαι καὶ καῦσοι
καὶ ὁκόσα ὀξέα νοσήματα νομίζονται εἶναι οὐκ
ἐγγίνονται πολλά . οὐ γὰρ οἷόν τε , ὅκου ἂν
κοιλίαι ὑγραὶ ἔωσι , τὰς νούσους ταύτας ἰσχύειν .
ὀφθαλμίαι τε ἐγγίνονται ὑγραὶ καὶ οὐ χαλεπαί ,