On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Β

 [p. 164] πρὸς τὸ κενούμενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ μετάληψιν ἡμῖν ἐξηγησάσθω. ὅτι μὲν γὰρ οὐκέτ' ἐπὶ τούτων πρὸς τὸ κενούμενον ἀκολουθία λέγεσθαι δύναται καὶ μάλιστ' ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπ' αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως‧ "Τοῖς δ' ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης." ἐκ ταύτης τῆς λέξεως πρῶτον μὲν τὸ κατὰ τὰ πλάγια προσίεμαί τε καὶ ἀποδέχομαικατὰ μὲν γὰρ αὐτὸ τὸ στόμα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόμενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέμεινἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύματικατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δ' ἀποδέχομαι τῶν ἐκ τῆς Ἐρασιστράτου λέξεως ὀνομάτων τὸ
106
γεγραμμένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; "Κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς." ὅτι μὲν οὖν ἕλκεται, καὶ ἡμεῖς ὁμολογοῦμεν, ὅτι δ' οὐ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.


VII

Ἐξεύρωμεν οὖν κοινῇ, τῶς ἕλκεται. πῶς δ' ἄλλως ὡς σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου