On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

XII

 [p. 46] ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι, στερκτικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν. κατὰ δ' αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ' ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύμφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ μάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ' ἐξ αἰσθήσεώς τε καὶ δι' αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ' ἡμῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ μνήμαις οἰακίζεσθαι τὰ ζῷα.

29
Ἔνιοι δ' αὐτῶν καὶ ῥΗτῶς ἀπεφήναντο μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν, λογιζόμεθα, ἀλλ' ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡμᾶς καθάπερ βοσκήματα πρὸς μηδὲν ἀνανεῦσαι μηδ' ἀντειπεῖν δυναμένους. καθ' οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνησις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι μακρὸς καὶ φιλοῦμεν οὔτ' ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡμῶν μέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συμβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡμεῖς μὲν ἰδίᾳ δι' ἑτέρων γραμμάτων ἐπὶ πλέον ἐσκεψάμεθα περὶ τῶν Ἀσκληπιάδου τοῦ ἰατροῦ σκοπούμενοι δογμάτων. ἔνεστι δὲ τοῖς βουλομένοις κἀκείνοις μὲν ὁμιλῆσαι τοῖς λόγοις καὶ νῦν δ' ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡμῖν προκειμένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. Ἱπποκράτης μὲν γὰρ τὴν προτέραν ῥΗθεῖσαν ἐτράπετο, καθ' ἣν ἥνωται μὲν οὐσία καὶ ἀλλοιοῦται καὶ σύμπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ