On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

XV

 [p. 328] χόνδροις ἐστὶ τὸ περικεχυμένον μυξῶδες καὶ τοῖς συνδέσμοις καὶ τοῖς ὑμέσι καὶ τοῖς νεύροις τὸ παρεσπαρμένον ἐν αὐτοῖς ὑγρὸν γλίσχρον‧ ἕκα
213
στον γὰρ τούτων ἐξ ἰνῶν σύγκειται πολλῶν, αἵπερ ὁμοιομερεῖς τ' εἰσὶ καὶ ὄντως αἰσθητὰ στοιχεῖα. κατὰ δὲ τὰς μεταξὺ χώρας αὐτῶν οἰκειότατος εἰς θρέψιν παρέσπαρται χυμός, ὃν εἵλκυσαν μὲν ἐκ τῶν φλεβῶν τοῦ αἵματος, ὅσον οἷόν τ' ἦν ἐκλεξάμεναι τὸν ἐπιτηδειότατον, ἐξομοιοῦσι δὲ κατὰ βραχὺ καὶ μεταβάλλουσιν εἰς τὴν ἑαυτῶν οὐσίαν.

Ἅπαντ' οὖν ταῦτα καὶ ἀλλήλοις ὁμολογεῖ καὶ τοῖς ἔμπροσθεν ἀποδεδειγμένοις ἱκανῶς μαρτυρεῖ καὶ οὐ χρὴ μηκύνειν ἔτι τὸν λόγονἐκ γὰρ τῶν εἰρημένων ἔνεστιν ἑκάστῳ τὰ κατὰ μέρος ἅπαντα καθ' ὅντινα γίγνεται τρόπον ἐξευρίσκειν ἑτοίμως, ὥσπερ καὶ διὰ τί πολλοῖς κωθωνιζομένοις πάμπολυ τάχιστα μὲν ἀναδίδοται τὸ ποθέν, οὐρεῖται δ' ὀλίγου δεῖν ἅπαν ἐντὸς οὐ πολλοῦ χρόνου. καὶ γὰρ κἀνταῦθα τῇ τε τῆς ποιότητος οἰκειότητι καὶ τῇ τῆς ὑγρότητος λεπτότητι καὶ τῇ τῶν ἀγγείων τε καὶ τῶν κατ' αὐτὰ στομάτων εὐρύτητι καὶ τῇ τῆς ἑλκτικῆς δυνάμεως εὐρωστίᾳ τὸ τάχος συντελεῖται τῆς ἀναδόσεως, τῶν μὲν πλησίον τῆς κοιλίας τεταγμένων μορίων οἰκειότητι ποιότη
214
τος ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόμα, τῶν δ'