On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

XIV

 [p. 316] ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυμαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας, ὅσαι δὲ κατά τι πρὸς τὰς
205
φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος, ὅσαι δ' ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου‧ κουφότατον δ' ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δ' ἀτμός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα.

Ταῦτ' οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ μὲν εἰς τὸ δέρμα καθήκουσαι τὸν ἔξωθεν ἀέραπλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς μάλιστατῶν δ' ἄλλων μὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ κατὰ ῥάΧιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς μάλιστα τῆς καρδίαςὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρματος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵματοςὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε
206
τῆς καρδίας αὐτῆς καὶ τῶν παρακειμένων αὐτῇ φλεβῶν παμπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι μεταλαμβάνειν, τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς