On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

 [p. 30]

Καὶ τοῦτ' ἔστιν αὔξησις ἄνευ τῆς ἐπιρρεούσης τε καὶ προσπλαττομένης τροφῆς μὴ δυναμένη γενέσθαι.


VIII

Καὶ τοίνυν λόγος ἥκειν ἔοικεν περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέμεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει
19
τροφῆς παντὶ μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου θρέψις μὲν ἐνέργεια, θρεπτικὴ δὲ δύναμις αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ' οὐχ οἵαπερ ἐν τῇ γενέσει. ἐκεῖ μὲν γὰρ οὐκ ὂν πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ' εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ' ἐξομοίωσιν ὠνόμασαν.


IX

Ἐπειδὴ δὲ περὶ τῶν τριῶν δυνάμεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται μηδεμιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε μὲν ἂν ἴσως ἱκανῶς ἔχειν λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάμεις. ἀλλ' εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς