On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

XII

 [p. 284] τῶν ἔμπροσθεν εἰρημένων ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ μορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων,
183
ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν τροφὴν ἤτοι σύμπασαν καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν μεταπέσῃ διάθεσιν αὐτὸ τὸ ὄργανον καὶ τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. μὲν οὖν γαστήρ, ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ' ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριοναἱ κύστεις δ', ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων τῷ πλήθει διατεῖνον τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται.

Τῷ δ' αὐτῷ τρόπῳ καὶ αἱ μῆτραιἤτοι γάρ, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρημένων γίγνεται μὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀμβλώσκουσι τηνικαῦτα, γίγνεται δ' ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀμβλώσκειν ἀλλ' ἀποκυί̈σκειν τε καὶ τίκτειν ὀνομάζεται. τοῖς μὲν οὖν ἀμβλωθριδίοις φαρμάκοις τισιν ἄλλοις
184
παθήμασι διαφθείρουσι τὸ ἔμβρυον τινας τῶν ὑμένων αὐτοῦ ῥΗγνύουσιν αἱ ἀμβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ' αἱ μῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐμβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ' Ἱπποκράτει καλῶς εἴρηται. κοινὸν δ'