On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

 [p. 26] οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς περὶ χρείας μορίων ἀπ̣δείξομεν.


VII

16
Ἐπὶ δὲ τὴν αὐξητικὴν ἤδη μεταβάντες δύναμιν αὐτὸ τοῦθ' ὑπομνήσωμεν πρῶτον, ὡς ὑπάρχει μὲν καὶ αὐτὴ τοῖς κυουμένοις ὥσπερ καὶ θρεπτικήἀλλ' οἶον ὑπηρέτιδές τινές εἰσι τηνικαῦτα τῶν προειρημένων δυνάμεων, οὐκ ἐν αὑταῖς ἔχουσαι τὸ πᾶν κῦρος. ἐπειδὰν δὲ τὸ τέλειον ἀπολάβῃ μέγεθος τὸ ζῷον, ἐν τῷ μετὰ τὴν ἀποκύησιν χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς μὲν αὐξητικὴ τηνικαῦτα κρατεῖβοηθοὶ δ' αὐτῆς καὶ οἷον ὑπηρέτιδες τ' ἀλλοιωτικὴ δύναμίς ἐστι καὶ θρεπτική. τί οὖν τὸ ἴδιόν ἐστι τῆς αὐξητικῆς δυνάμεως; εἰς πᾶν μέρος ἐκτεῖναι τὰ πεφυκότα. καλεῖται δ' οὕτω τὰ στερεὰ μόρια τοῦ σώματος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑμένες καὶ σύνδεσμοι καὶ οἱ χιτῶνες ἅπαντες, οὓς στοιχειώδεις τε καὶ ὁμοιομερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔμπροσθεν ἐκαλοῦμεν. ὅτῳ δὲ τρόπῳ τὴν εἰς πᾶν μέρος ἔκτασιν ἴσχουσιν, ἐγὼ φράσω παράδειγμά τι πρότερον εἰπὼν ἕνεκα τοῦ σαφοῦς.

17
Τὰς κύστεις τῶν ὑῶν λαβόντες οἱ παῖδες πληροῦσί τε πνεύματος καὶ τρίβουσιν ἐπὶ τῆς τέφρας πλησίον τοῦ πυρός, ὡς ἀλεαίνεσθαι μέν, βλάπτεσθαι δὲ μηδένκαὶ πολλή γ' αὕτη