On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Γ

 [p. 246] ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάμεως καθεκτικῆς.

Οὕτω δὲ καὶ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ' ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα καὶ κατ' ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης
159
αὐτῆς τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ' ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.


VI

Ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων‧ ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ', εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ' εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τ' εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν.

Οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα