On the Natural Faculties.

On the Natural Faculties.
By Galen
Edited by: Arthur John Brock (trans.)

Cambridge, Mass. Harvard University Press


Digital Hippocrates Collection Table of Contents



ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ
   Α
   Β
   Γ


This electronic edition is funded by the National Library of Medicine History of Medicine Division. This text has been proofread to a high degree of accuracy. It was converted to electronic form using Data Entry.
(Medical Information Disclaimer: It is not the intention of NLM to provide specific medical advice but rather to provide users with information to better understand their health and their diagnosed disorders. Specific medical advice will not be provided, and NLM urges you to consult with a qualified physician for diagnosis and for answers to your personal questions.)

ΓΑΛΗΝΟΥ ΠΕΡι ΦΥΣιΚΩΝ ΔΥΝΑΜΕΩΝ

Α

VI

 [p. 24] γὰρ οὔτ' ἀρτηρίαι εἰσίν, ὅτι μήτε σφύζουσι μήτ' ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι μήθ' αἷμα περιέχουσι μήτ' ἔοικεν αὐτῶν χιτὼν κατά τι τῷ τῆς φλεβόςἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν τῶν εἰρημένων.

Τί ποτ' οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν μόριον ἀρτηρίαν φλέβα νεῦρον ὑπάρχειν ἐκ τούτων πεπλέχθαι καὶ μὴ τοῦτ' αὐτὸ τὸ νῦν λεγόμενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ μέρος ὀργάνων ἐστὶν οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι τε τὸ οὖρον ὑποδεχομένη καὶ τὴν ξανθὴν χολὴν οὐ μόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ
15
ἀποφυόμενοι πόροι, καθάπερ στόμαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ' ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς εἴρηται.

Αἱ δὲ κατὰ μέρος ἅπασαι δυνάμεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν μὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστιτὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐμφυομένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἐκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ' ὅσα τοιαῦτα δύναμίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνομάζομεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ' ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς μηδὲν ἀργὸν εἶναι μηδὲ περιττὸν μηδ' ὅλως